1 ΛΟΓΟΙ Νεεμία υἱοῦ Χελκία. Καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ, καὶ ἐγὼ ἤμηνν ἐν Σουσὰν ἀβιρά· 2 καὶ ἦλθεν Ἀνανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα· καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείθησαν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ περὶ Ἱερουσαλήμ. 3 Καὶ εἴποσαν πρὸς μέ, Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ, ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἱερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί. 4 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους, ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας, καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ. 5 Καὶ εἶπα, μὴ δὴ Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρὸς, ὁ μέγας καὶ φοβερὸς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ· 6 Ἔστω δὴ τὸ οὖς σου προσέχον, καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου· καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραὴλ αἷς ἡμάρτομέν σοι· καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν. 7 Διαλύσει διελύσαμεν πρὸς σὲ, καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου. 8 Μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου, λέγων, ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς· 9 καὶ ἐὰν ἐπιστρέψητε πρὸς μὲ, καὶ φυλάξητε τὰς ἐντολάς μου, καὶ ποιήσητε αὐτὰς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπʼ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς, καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ. 10 Καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ. 11 Μὴ δὴ Κύριε, ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου, καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον, καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου· καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.
Nehemiah · Brenton's Greek Septuagint
Nehemiah 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Hacaliah
Named as the father of Nehemiah the governor.
Cited in the guide: Nehemiah 1:1; Nehemiah 10:1
Hanani
One of Nehemiah’s brothers who brought the report from Judah about Jerusalem’s ruin; later put in charge of Jerusalem with Hananiah because he was faithful.
Cited in the guide: Nehemiah 1:2; Nehemiah 7:2
Nehemiah
Son of Hacaliah and cupbearer to Artaxerxes at Susa; grieved over Jerusalem, was sent as governor, rebuilt the wall in 52 days despite opposition, led the covenant renewal, and…
Cited in the guide: Nehemiah 1:1; Nehemiah 8:9; Nehemiah 10:1
Cross references (11)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zechariah 7:1; Nehemiah 10:1; Esther 1:2; Daniel 8:2; Ezra 7:7
- 2 Nehemiah 7:2; Ezekiel 6:9; Psalm 137:5–6; Jeremiah 44:14; Ezekiel 7:16
- 3 Nehemiah 2:17; 2 Kings 25:10; Nehemiah 9:36–37; Nehemiah 7:6; Nehemiah 2:13
- 4 Daniel 9:3; Psalm 137:1; Ezra 10:1; Psalm 69:9–10; Psalm 102:13–14
- 5 Exodus 20:6; Daniel 9:4–19; Deuteronomy 7:21; Deuteronomy 7:9; Nehemiah 4:14
- 6 Daniel 9:20; Daniel 9:4; Psalm 34:15; Psalm 106:6; Daniel 9:17–18
- 7 Daniel 9:5–6; Daniel 9:11; Daniel 9:13; Psalm 106:6; Hosea 9:9
- 8 Deuteronomy 28:64; Deuteronomy 4:25–27; Leviticus 26:33–46; 1 Kings 9:6–7; Deuteronomy 32:26–28
- 9 Jeremiah 29:11–14; Deuteronomy 30:2–5; Deuteronomy 4:29–31; Jeremiah 32:37; Leviticus 26:39–42
- 10 Deuteronomy 9:29; Daniel 9:15–27; Exodus 32:11; Psalm 74:2; Deuteronomy 15:15
- 11 Nehemiah 1:6; Nehemiah 2:8; Nehemiah 2:1; Proverbs 21:1; Hebrews 13:18
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences