2 Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. 5 Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται· 7 ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίας· 8 ὁ ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. 9 Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. 10 Μαντεῖον ἐπὶ χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. 11 Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια. 12 Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακὰ, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. 13 Δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δέ ὀρθοὺς ἀγαπᾷ. 14 Θυμὸ βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. 15 Ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. 16 Νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον. 17 Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. Ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται· ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. 18 Πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. 19 Κρείσσων πρᾳΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. 20 Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ Θεῷ μακαριστός. 21 Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. 22 Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. 23 Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην· 24 Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. 25 Εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρὶ, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. 26 Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν· 27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακὰ, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. 28 Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει φίλους. 29 Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. 30 Στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας. 31 Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. 32 Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. 33 Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 16 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There are no verses 1, 3–4, 6 in this translation; the other verses keep their usual numbers.
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Proverbs 21:2; 1 Samuel 16:7; Luke 16:15; Proverbs 30:12; Jeremiah 17:10
- 5 Proverbs 6:16–17; Proverbs 8:13; Proverbs 11:21; Romans 2:8–9; James 4:6
- 7 Romans 8:31; 1 John 3:22; 2 Chronicles 17:10; Colossians 1:10; Jeremiah 15:11
- 8 Proverbs 15:16; Psalm 37:16; 1 Timothy 6:6–9; Jeremiah 17:11; Proverbs 21:6–7
- 9 Proverbs 19:21; Psalm 37:23; Proverbs 16:1; Proverbs 20:24; Jeremiah 10:23
- 10 Isaiah 32:1–2; Genesis 44:5; Genesis 44:15; Hosea 10:4; Deuteronomy 17:18–20
- 11 Proverbs 11:1; Proverbs 20:10; Proverbs 20:23; Deuteronomy 25:13–15; Leviticus 19:35–36
- 12 Proverbs 25:5; Proverbs 29:14; Proverbs 28:9; Luke 12:48; Psalm 99:4
- 13 Proverbs 14:35; Proverbs 22:11; Psalm 101:5–7
- 14 Proverbs 20:2; Proverbs 19:12; Ecclesiastes 10:4; Luke 12:4–5; Proverbs 17:11
- 15 Psalm 72:6; Job 29:23–24; Hosea 6:3; Acts 2:28; Psalm 21:6
- 16 Proverbs 8:10–11; Matthew 16:26; Proverbs 8:19; Luke 12:21; Proverbs 3:15–18
- 17 Isaiah 35:8; Proverbs 19:16; Proverbs 10:9; Jude 21; Revelation 3:10
- 18 Proverbs 11:2; Isaiah 2:11–12; Proverbs 18:12; Obadiah 3–4; Proverbs 29:23
- 19 Matthew 5:3; Psalm 138:6; Isaiah 57:15; Exodus 15:9; Psalm 34:18
- 20 Jeremiah 17:7–8; Isaiah 30:18; Psalm 2:12; Isaiah 26:3–4; Psalm 34:8
- 21 Proverbs 16:23–24; Isaiah 50:4; Proverbs 15:7; Proverbs 27:9; James 3:17
- 22 Proverbs 13:14; John 6:63; Matthew 15:14; John 5:24; Proverbs 18:4
- 23 Proverbs 15:28; Matthew 12:34–35; Proverbs 22:17–18; Colossians 3:16; Psalm 45:1
- 24 Proverbs 12:18; Proverbs 24:13–14; Proverbs 4:22; Proverbs 25:11–12; Proverbs 23:16
- 25 Proverbs 14:12; Proverbs 12:15; 2 Corinthians 13:5; Proverbs 12:26; John 7:47–49
- 26 Ecclesiastes 6:7; Proverbs 14:23; Proverbs 9:12; 2 Thessalonians 3:8–12; 1 Thessalonians 4:11–12
- 27 James 3:6; Proverbs 6:14; Isaiah 5:18; Psalm 17:14–15; Psalm 52:2–4
- 28 Proverbs 17:9; James 3:14–16; Romans 1:29; Proverbs 18:8; Proverbs 6:14
- 29 Proverbs 2:12–15; 2 Peter 3:17; Proverbs 12:26; Proverbs 3:31; Proverbs 1:10–14
- 30 Proverbs 6:12–14; Matthew 13:15; Proverbs 16:27; Isaiah 6:10; Matthew 14:7–8
- 31 Proverbs 20:29; Leviticus 19:32; Proverbs 3:1–2; Proverbs 17:6; 1 Samuel 12:2–5
- 32 James 1:19; Proverbs 15:18; Proverbs 25:28; Proverbs 14:29; Proverbs 19:11
- 33 Proverbs 18:18; Jonah 1:7; Acts 1:26; Proverbs 29:26; 1 Samuel 14:41–42
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… which seeth in secret will reward." Lest then he repay them that recompense evil, he overcomes his anger rather than another man, being instructed too by those writings, wherein it is written, "Better is he that overcometh his anger, than he that taketh a city." "If I have repaid them that recompense me evil, may I therefore fall by my …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)