1 Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως. 2 Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς. 3 Οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν, καὶ οἱ τύραννοι, καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς. 4 Προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ. 6 Καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους, 7 τόν τε Φαρσαννὲς, καὶ Δελτφὼν, καὶ Φασγὰ, καὶ Φαραδαθὰ, 8 καὶ Βαρεὰ, καὶ Σαρβακὰ, 9 καὶ Μαρμασιμὰ, καὶ Ῥουφαῖον, καὶ Ἀρσαῖον, καὶ Ζαβουθαῖον, 10 τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθοῦ Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν 11 ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις. 12 Εἶπε δὲ ὁ βασιλεὺς πρὸς Ἐσθὴρ, ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους, ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι; 13 Καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ, δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς Ἀμὰν κρεμάσαι. 14 Καὶ ἐπέτρεψεν οὕτως γενέσθαι, καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι· 15 Καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ, καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους, καὶ οὐδὲν διήρπασαν. 16 Οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν, καὶ ἑαυτοῖς ἐβοήθουν, καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδὰρ, καὶ οὐδὲν διήρπασαν. 17 Καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης. 18 Οἱ δὲ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης. 19 Διὰ τοῦτο οὖν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω, ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν ἀγαθὴν μετʼ εὐφροσύνης, ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον. 20 Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ τοῖς ἐγγὺς καὶ τοῖς μακράν, 21 στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθάς, ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδάρ. 22 Ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν· καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς, ὃς ἦν Ἀδὰρ, ἀπὸ πένθους εἰς χαρὰν, καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις, καὶ τοῖς πτωχοῖς. 23 Καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος· 24 Πῶς Ἀμὰν Ἀμαδαθοῦ ὁ Μακεδὼν ἐπολέμει αὐτοὺς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτοὺς, 25 καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα, λέγων, κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακὰ, ἐπʼ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς, καὶ τὰ τέκνα αὐτοῦ. 26 Διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί· διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης, καὶ ὅσα πεπόνθασι διὰ ταῦτα, καὶ ὅσα αὐτοῖς ἐγένετο, 27 καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ Ἰουδαῖοι ἐφʼ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπʼ αὐτῶν, οὐδὲ μὴν ἄλλως χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν, καὶ πόλιν, καὶ πατριὰν, καὶ χώραν. 28 Αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν. 29 Καὶ ἔγραψεν Ἐσθὴρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ, καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος, ὅσα ἐποίησαν, τό, τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί. 31 Καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθʼ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν, καὶ τὴν βουλὴν αὐτῶν. 32 Καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
Esther (Greek) · Brenton's Greek Septuagint
Esther (Greek) 9 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There are no verses 5, 30 in this translation; the other verses keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abihail
Mordecai’s uncle and the father of Esther, who had died, leaving Esther to be adopted by Mordecai.
Cited in the guide: Esther 2:15; Esther 9:29
Adalia
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:8
Aridai
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:9
Aridatha
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:8
Arisai
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:9
Aspatha
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:7
Dalphon
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:7
Hammedatha
Named only as the father of Haman the Agagite.
Cited in the guide: Esther 3:1; Esther 3:10; Esther 9:24
Parmashta
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:9
Parshandatha
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:7
Poratha
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:8
Vaizatha
One of the ten sons of Haman killed in the citadel of Susa on the thirteenth of Adar and hanged the next day at Esther’s request.
Cited in the guide: Esther 9:9
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Esther 3:13; Esther 8:12; Psalm 30:11; Revelation 11:18; Isaiah 60:14–16
- 2 Esther 8:17; Esther 8:11; Psalm 71:24; Psalm 71:13; Genesis 35:5
- 3 Ezra 8:36; Esther 3:2–6; Esther 8:9; Esther 3:12; Esther 8:5
- 4 2 Samuel 3:1; 1 Chronicles 11:9; Psalm 18:43; Proverbs 4:18; Psalm 1:3
- 6 Esther 3:15
- 10 Esther 5:11; Esther 8:11; Genesis 14:23; Job 18:18–19; Job 27:13–15
- 12 Esther 7:2; Esther 5:6
- 13 Esther 8:11; Deuteronomy 21:23; Galatians 3:13; 2 Samuel 21:6; Esther 9:15
- 15 Esther 8:11; Esther 9:10; Esther 9:16; Esther 9:2; Hebrews 13:5
- 16 Esther 8:11; Esther 9:2; Leviticus 26:7–8
- 17 Esther 9:1; Esther 9:21; Esther 3:12; Esther 8:9; Esther 9:18
- 18 Esther 9:21; Esther 9:15; Esther 9:1; Esther 9:13; Esther 9:11
- 19 Esther 8:17; Esther 9:22; Nehemiah 8:10–12; Revelation 11:10; Deuteronomy 16:14
- 20 Psalm 145:4–12; Esther 3:12; Esther 1:22; Exodus 17:14; Psalm 124:1–3
- 22 Psalm 30:11; Isaiah 12:1–2; Esther 9:19; Isaiah 14:3; Galatians 2:10
- 24 Esther 3:5–13; Esther 9:10
- 25 Psalm 7:16; Matthew 21:44; Psalm 141:10; Esther 7:5–8:14; Esther 9:13–14
- 26 Esther 9:20; Numbers 16:40; Ezekiel 39:11
- 27 Isaiah 56:6; Zechariah 2:11; Isaiah 56:3; Esther 8:17; 2 Samuel 21:1–2
- 28 Psalm 78:5–7; Psalm 103:2; Joshua 4:7; Exodus 13:8–9; Zechariah 6:14
- 29 Esther 9:20; Esther 2:15; Esther 8:10; Esther 3:15
- 31 Esther 4:3; Esther 4:16; Jonah 3:2–9
- 32 Esther 9:26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences