1 Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ, 2 Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν, 3 εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινὶ, 4 μὴ λαλήσειν τὰ χείλη μου ὄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. 5 Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου. 6 Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. 7 Οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. 8 Καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἄρα σωθήσεται; 9 Ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης 10 μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; 11 Ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι. 12 Ἰδοὺ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. 13 Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπʼ αὐτούς. 14 Ἐὰν δἐ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν. 15 Οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. 16 Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἶσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, 17 ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. 18 Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὥσπερ ἀράχνη. 19 Πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστι. 20 Συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος. 21 Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. 22 Καὶ ἐπιῤῥίψει ἐπʼ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. 23 Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
Job · Brenton's Greek Septuagint
Job 27 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 24:15; Numbers 23:7; Job 29:1; Proverbs 26:7; Numbers 24:3
- 2 Job 34:5; 2 Kings 4:27; Numbers 14:21; 1 Kings 18:15; Isaiah 40:27
- 3 Genesis 2:7; Job 33:4; Isaiah 2:22; Job 32:8; Acts 17:25
- 4 Job 13:7; Job 6:28; John 8:55; 2 Corinthians 11:10; Job 34:6
- 5 Job 2:9; Job 13:15; Job 42:7; Proverbs 17:15; Job 29:14
- 6 Job 2:3; Acts 24:16; 1 John 3:20–21; Proverbs 4:13; 2 Corinthians 12:11
- 7 Daniel 4:19; 2 Samuel 18:32; 1 Samuel 25:26
- 8 Matthew 16:26; Job 8:13; Luke 12:20–21; Job 11:20; James 5:1–3
- 9 Jeremiah 14:12; Proverbs 1:28; Isaiah 1:15; Job 35:12–13; Psalm 18:41
- 10 Job 22:26–27; Psalm 37:4; Habakkuk 3:18; Psalm 43:4; Psalm 78:34–36
- 11 Psalm 71:17; Job 4:3–4; Isaiah 8:11; Deuteronomy 4:5; Job 6:10
- 12 Job 16:3; Job 21:3; Job 19:2–3; Job 6:25–29; Job 13:4–9
- 13 Job 20:19–29; 2 Peter 2:9; Job 15:20–35; Isaiah 3:11; Psalm 11:6
- 14 Deuteronomy 28:41; Luke 23:29; Job 20:10; Esther 5:11; Psalm 109:13
- 15 Psalm 78:64; 1 Kings 16:3–4; Jeremiah 22:18; 1 Kings 21:21–24; 1 Kings 14:10–11
- 16 Zechariah 9:3; Matthew 6:19; Job 22:24; James 5:2; Habakkuk 2:6
- 17 Proverbs 13:22; Proverbs 28:8; Ecclesiastes 2:26
- 18 Job 8:14–15; Isaiah 1:8; Isaiah 51:8; Isaiah 38:12; Lamentations 2:6
- 19 Job 24:24; Psalm 58:9; Psalm 73:19–20; Jeremiah 8:2; Matthew 23:37
- 20 Job 15:21; Job 18:11; 2 Kings 19:35; Exodus 12:29; Job 21:18
- 21 Psalm 11:6; Psalm 83:15; Job 7:10; Job 21:18; Psalm 58:9
- 22 2 Peter 2:4–5; Ezekiel 24:14; Job 11:20; Ezekiel 5:11; Job 20:24
- 23 Lamentations 2:15; 1 Kings 9:8; Proverbs 11:10; Jeremiah 19:8; Zephaniah 2:15
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences