Skip to the text

Ezra · Brenton's Greek Septuagint

Ezra 6 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκε γνώμην, καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι. 2 Καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα. 3 Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως, Κύρος ὁ βασιλεὺς ἔθηκε γνώμην περὶ οἴκου ἱεροῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ· οἶκος οἰκοδομηθήτω, καὶ τόπος οὗ θυσιάζουσι τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα· 4 Καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς, καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται. 5 Καὶ τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθέτω εἰς τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπὶ τόπου οὗ ἐτέθη ἐν οἴκῳ τοῦ Θεοῦ. 6 Νῦν δώσετε ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ μακρὰν ὄντες ἐκεῖθεν, 7 νῦν ἄφετε τὸ ἔργον οἴκου τοῦ Θεοῦ· οἱ ἀφηγούμενοι τῶν Ἰουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ Θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ. 8 Καὶ ἀπʼ ἐμοῦ γνώμη ἐτέθη, μή ποτε τὶ ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομηθῆναι οἶκον τοῦ Θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι. 9 Καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν, καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ Θεῷ τοῦ οὐρανοῦ, πυροὺς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἱερουσαλὴμ ἔστω διδόμενον αὐτοῖς, ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν, 10 ἵνα ὦσιν εὐωδίας προσφέροντες τῷ Θεῷ τοῦ οὐρανοῦ, καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ. 11 Καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη, ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὠρθωμένος πληγήσεται ἐπʼ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατʼ ἐμὲ ποιηθήσεται. 12 Καὶ ὁ Θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψαι πάντα βασιλέα καὶ λαὸν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται. 13 Τότε Θανθαναῒ ὁ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλε Δαρεῖος βασιλεὺς, οὕτως ἐποίησαν ἐπιμελῶς. 14 Καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Ἀγγαίου τοῦ προφήτου, καὶ Ζαχαρίου υἱοῦ Ἀδδώ· καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ Ἰσραὴλ, καὶ ἀπὸ γνώμης Κύρου, καὶ Δαρείου, καὶ Ἀρθασασθὰ βασιλέων Περσῶν. 15 Καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδὰρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως. 16 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ ἐν εὐφροσύνῃ. 17 Καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατὸν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάῤῥους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ. 18 Καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν, καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν, ἐπὶ δουλείας Θεοῦ ἐν Ἱερουσαλὴμ, κατὰ τὴν γραφὴν βίβλου Μωυσῆ. 19 Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20 Ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς. 21 Καὶ ἔφαγον υἱοὶ Ἰσραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοῦς, τοῦ ἐκζητῆσαι Κύριον Θεὸν Ἰσραήλ. 22 Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος, καὶ ἐπέστρεψε καρδίαν βασιλέως Ἀσσοὺρ ἐπʼ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ Θεοῦ Ἰσραήλ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Darius

    King of Persia, confirmed the decree

    King of Persia who searched the archives, found Cyrus’s decree, ordered Tattenai to leave the work alone and funded it; the temple was finished in his sixth year.

    Cited in the guide: Ezra 4:5; Ezra 5:6; Ezra 6:1

  • Haggai

    Prophet during the temple rebuilding

    Prophet who, with Zechariah, prophesied to the Jews in Judah and Jerusalem and helped Zerubbabel and Jeshua as the temple was rebuilt. The word of the LORD came through him in the…

    Cited in the guide: Ezra 5:1; Ezra 6:14; Haggai 1:1

  • Iddo

    Grandfather of Zechariah

    Named as the father of Berechiah and grandfather of the prophet Zechariah.

    Cited in the guide: Ezra 5:1; Ezra 6:14; Zechariah 1:1

  • Shethar-bozenai

    Persian official with Tattenai

    Associate of Tattenai who joined in questioning the Jews and writing to Darius.

    Cited in the guide: Ezra 5:3; Ezra 5:6; Ezra 6:13

  • Tattenai

    Governor west of the Euphrates

    Persian governor who questioned the Jews about the rebuilding and wrote to Darius; Darius ordered him to leave the work alone, and he diligently complied.

    Cited in the guide: Ezra 5:3; Ezra 5:6; Ezra 6:6

  • Zechariah

    Prophet of the return

    The prophet, son of Berechiah, the son of Iddo, to whom the word of the LORD came in the eighth month of Darius's second year. Ezra 5:1 and 6:14 call him 'son of Iddo'; Zechariah…

    Cited in the guide: Ezra 5:1; Ezra 6:14; Zechariah 1:1

  • Zerubbabel

    Governor of Judah

    He led the return from Babylon and rebuilt the temple in Jerusalem.

    Cited in the guide: Ezra 3-6; Hag. 2:23; Zech. 4; Matt. 1:12-13

Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezra 5:17; Proverbs 25:2; Ezra 4:15; Jeremiah 36:2–4; Revelation 5:1
  2. 2 2 Kings 17:6
  3. 3 Revelation 21:16; 2 Chronicles 36:22; 1 Kings 6:2–3; 2 Chronicles 3:3–4; 2 Chronicles 2:6
  4. 4 1 Kings 6:36; Psalm 68:29; Psalm 72:10; Ezra 7:20–23; Isaiah 60:6–10
  5. 5 Ezra 5:14; Daniel 5:2; 2 Kings 25:14–15; 2 Chronicles 36:6–7; Jeremiah 27:16
  6. 6 Ezra 5:3; Proverbs 21:30; Romans 8:31; Acts 4:26–28; Ezra 5:6
  7. 7 Acts 5:38–39
  8. 8 Ezra 6:4; Ezra 7:15–22; Haggai 2:8; Ezra 4:20–21; Ezra 4:16
  9. 9 Psalm 50:9–13; Leviticus 1:10; Exodus 29:38–42; Leviticus 9:2; Leviticus 1:3–5
  10. 10 1 Timothy 2:1–2; Jeremiah 29:7; Ezra 7:23; Ephesians 5:2; Genesis 8:21
  11. 11 Daniel 3:29; Ezra 7:26; Daniel 2:5; Esther 5:4; 2 Kings 9:37
  12. 12 1 Kings 9:3; Deuteronomy 12:5; Deuteronomy 12:11; Exodus 20:24; Psalm 132:13–14
  13. 13 Ezra 4:9; Ezra 4:23; Ezra 5:6; Esther 6:11; Job 5:12–13
  14. 14 Ezra 7:1; Ezra 5:13; Ezra 4:24–5:2; Ezra 6:12–13; Ezra 1:1–4
  15. 15 Esther 3:7; Esther 9:21; Esther 3:13; Esther 9:19; Esther 9:1
  16. 16 2 Chronicles 7:5; 1 Kings 8:63; Philippians 4:4; Ezra 6:22; Psalm 122:1
  17. 17 Ezra 8:35; 2 Chronicles 29:21–23; Revelation 7:4–8; 2 Chronicles 29:31–35; 2 Chronicles 7:5
  18. 18 Numbers 3:6; 2 Chronicles 35:4–5; 1 Chronicles 24:1; Numbers 8:9–26; 1 Chronicles 23:1–26
  19. 19 Exodus 12:6–36; Joshua 5:10; 2 Chronicles 30:1–27
  20. 20 2 Chronicles 35:11; 2 Chronicles 29:34; Hebrews 7:27; 2 Chronicles 30:15–17; Exodus 12:21
  21. 21 Ezra 9:11; 2 Corinthians 7:1; Isaiah 52:11; Ezra 9:1; Exodus 12:47–49
  22. 22 2 Chronicles 30:21; Proverbs 21:1; Ezra 1:1; 2 Chronicles 35:17; Proverbs 16:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences