1 Εἶπε δὲ Κύριος πρὸς Μευσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων, 2 ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. 3 Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων, τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατʼ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατʼ οἰκίαν. 4 Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθʼ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ· κατὰ ἀριθμὸν ψυχῶν, ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. 5 Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λὴψεσθε. 6 Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου· καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. 7 Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. 8 Καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. 9 Οὐκ ἔδεσθε ἀπʼ αὐτῶν ὠμὸν, οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλʼ ἢ ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. 10 Οὐκ ἀπολείψεται ἀπʼ αὐτοῦ ἕως πρωΐ· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπʼ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπʼ αὐτοῦ ἕως πρωῒ ἐν πυρὶ κατακαύσετε. 11 Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ Κυρίῳ. 12 Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους· καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. 13 Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἔστε ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὅταν παίω ἐν γῇ Αἰγύπτῳ. 14 Καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. 15 Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε· ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. 16 Καὶ ἡ ἡμέρα ἡ πρώτη, κληθήσεται ἁγία· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν. 17 Καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον, 18 ἐναρχόμενοι τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου, ἀφʼ ἑσπέρας ἔδεσθε ἄζυμα, ἕως ἡμέρας μίας καὶ εἰκάδος τοῦ μηνὸς, ἕως ἑσπέρας. 19 Ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκιαῖς ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζυμωτὸν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ἰσραήλ· ἔν τε τοῖς γειώραις, καὶ αὐτόχθοσι τῆς γῆς. 20 Πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα. 21 Ἐκάλεσε δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε τὸ πάσχα. 22 Λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν, καθίξετε τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωΐ. 23 Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν· καὶ παρελεύσεται Κύριος τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. 24 Καὶ φυλάξασθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ, καὶ τοῖς υἱοῖς σου, ἕως αἰῶνος. 25 Ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην. 26 Καὶ ἐσται ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν, τίς ἡ λατρεία αὕτη; 27 Καὶ ἐρεῖτε αὐτοῖς, θυσία τὸ πάσχα τοῦτο Κυρίῳ, ὡς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐῤῥύσατο· καὶ κύψας ὁ λαὸς προσεκύνησε. 28 Καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρῶν, οὕτως ἐποίησαν. 29 Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ, καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. 30 Καὶ ἀναστὰς Φαραὼ νυκτὸς, καὶ οἱ θεράποντες αὐτοῦ, καὶ πάντες οἱ Αἰγύπτιοι, καὶ ἔγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. 31 Καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν νυκτὸς, καὶ εἶπεν αὐτοῖς, ἀνάστητε, καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου, καὶ ὑμεῖς, καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καθὰ λέγετε. 32 Καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε· εὐλογήσατε δὴ κᾀμέ. 33 Καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐν τῆς γῆς· εἶπαν γὰρ, ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν. 34 Ἀνέλαβε δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν, πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν, ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμαν. 35 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. 36 Καὶ ἔδωκε Κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους. 37 Ἀπάραντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ εἰς ἑξακοσίας χιλιάδας πεζῶν, οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς. 38 Καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη πολλὰ σφόδρα. 39 Καὶ ἔπεψαν τὸ σταῖς ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους, οὐ γὰρ ἐζυμώθη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι, οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν. 40 Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναὰν, ἔτη τετρακόσια τριάκοντα. 41 Καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός. 42 Προφυλακή ἐστι τῷ Κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη, προφυλακὴ Κυρίῳ, ὥστε πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἶναι εἰς γενεὰς αὐτῶν. 43 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ· 44 Καὶ πάντα οἰκέτην ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν· καὶ τότε φάγεται ἀπʼ αὐτοῦ. 45 Πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. 46 Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπʼ αὐτοῦ. 47 Πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ποιήσει αὐτό. 48 Ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πάσχα Κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτό· καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπʼ αὐτοῦ. 49 Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ, καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν. 50 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν πρὸς αὐτούς, οὕτως ἐποίησαν. 51 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξήγαγε Κύριος τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.
Exodus · Brenton's Greek Septuagint
Exodus 12 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (48)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Exodus 13:4; Deuteronomy 16:1; Exodus 34:18; Exodus 23:15; Leviticus 23:5
- 3 Leviticus 1:2; Leviticus 5:6; John 1:29; 1 Corinthians 5:7; Exodus 4:30
- 5 Hebrews 9:13–14; 1 Peter 1:18–19; Malachi 1:14; Malachi 1:7–8; Deuteronomy 17:1
- 6 Leviticus 23:5; Numbers 28:16; 2 Chronicles 30:15–18; Numbers 9:11; Exodus 12:18
- 7 Hebrews 11:28; Exodus 12:22–23; Hebrews 9:22; Ephesians 1:7; Hebrews 10:14
- 8 Exodus 34:25; Deuteronomy 16:7; Deuteronomy 16:3–4; 1 Corinthians 5:6–8; John 6:52–57
- 9 Exodus 12:8; Deuteronomy 16:7; Lamentations 1:13
- 10 Exodus 23:18; Exodus 34:25; Leviticus 22:30; Exodus 29:34; Deuteronomy 16:4–5
- 11 Exodus 12:27; Ephesians 6:15; 1 Peter 1:13; 1 Corinthians 5:7; Leviticus 23:5
- 12 Numbers 33:4; Psalm 82:6; Exodus 12:23; Zephaniah 2:11; Psalm 82:1
- 13 Hebrews 11:28; Exodus 12:23; 1 John 1:7; Genesis 17:11; Joshua 2:12
- 14 2 Kings 23:21; Exodus 12:17; Exodus 12:24; Exodus 13:9–10; 1 Corinthians 5:7–8
- 15 Genesis 17:14; Deuteronomy 16:3; Exodus 34:18; Exodus 23:15; Deuteronomy 16:8
- 16 Numbers 28:18; Leviticus 23:7–8; Numbers 28:25; Exodus 16:23; Exodus 35:2–3
- 17 Exodus 13:3; Exodus 7:5; Exodus 13:8; Exodus 12:41; Numbers 20:16
- 18 Exodus 12:15; Leviticus 23:5–8; Numbers 28:16–25; Exodus 12:1–2
- 19 Exodus 12:15; Deuteronomy 16:3; Exodus 23:15; Exodus 12:48; Exodus 34:18
- 21 Exodus 12:3; 2 Kings 23:21; Mark 14:12–16; Joshua 5:10; Ezra 6:20
- 22 Hebrews 11:28; Psalm 51:7; Exodus 12:7; Numbers 19:18; Hebrews 9:14
- 23 Revelation 7:3; Revelation 9:4; Hebrews 11:28; Exodus 12:12–13; 1 Corinthians 10:10
- 24 Exodus 12:14; Genesis 17:8–10
- 25 Exodus 3:17; Exodus 3:8; Psalm 105:44–45; Deuteronomy 4:5; Deuteronomy 12:8–9
- 26 Exodus 13:14–15; Deuteronomy 32:7; Psalm 145:4; Psalm 78:3–6; Joshua 4:21–24
- 27 Exodus 4:31; Exodus 12:11; Exodus 12:23; 1 Corinthians 5:7; 1 Chronicles 29:20
- 28 Hebrews 11:28
- 29 Psalm 78:51; Exodus 4:23; Psalm 105:36; Psalm 135:8; Psalm 136:10
- 30 Exodus 11:6; Amos 5:17; James 2:13; Matthew 25:6; Proverbs 21:13
- 31 Exodus 6:1; Exodus 10:9; Exodus 3:19–20; Exodus 8:8; Psalm 105:38
- 32 Exodus 10:26; Genesis 27:34; Genesis 27:38; Exodus 10:9; Exodus 9:28
- 33 Psalm 105:38; Exodus 11:1; Genesis 20:3; Numbers 17:12–13
- 34 Exodus 8:3
- 35 Exodus 3:21–22; Exodus 11:2–3; Psalm 105:37; Genesis 15:14
- 36 Genesis 15:14; Acts 7:10; Exodus 11:3; Exodus 3:21–22; Psalm 105:37
- 37 Numbers 1:46; Exodus 38:26; Numbers 33:5; Numbers 33:3; Numbers 11:21
- 38 Numbers 11:4; Zechariah 8:23
- 39 Exodus 6:1; Exodus 11:1; Exodus 12:31–33
- 40 Genesis 15:13; Acts 7:6; Acts 13:17; Genesis 12:1–3; Galatians 3:16–17
- 41 Habakkuk 2:3; John 7:8; Exodus 7:4; Acts 1:7; Joshua 5:14
- 42 Exodus 12:14; Deuteronomy 16:1–6; Exodus 13:10
- 43 Exodus 12:48; Numbers 9:14; Exodus 12:11; Leviticus 22:10; Ephesians 2:12
- 44 Genesis 17:12–13; Genesis 17:23
- 45 Leviticus 22:10; Ephesians 2:12
- 46 John 19:36; Numbers 9:12; John 19:33; Ephesians 2:19–22; Psalm 34:20
- 47 Exodus 12:6; Numbers 9:13; Exodus 12:3
- 48 Numbers 9:14; Colossians 3:11; Numbers 15:15–16; Galatians 3:28; Ezekiel 47:22
- 49 Numbers 15:15–16; Numbers 15:29; Numbers 9:14; Leviticus 24:22; Galatians 3:28
- 50 Matthew 7:24–25; Exodus 6:26; Matthew 28:20; John 15:14; Exodus 7:4
- 51 Exodus 12:41; Exodus 6:26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… fact that from one man, Abraham, in not much more than four hundred years, the numbers of the Hebrew race so increased, that in the exodus of that people from Egypt there are recorded to have been six hundred thousand men capable of bearing arms, and this over and above the Idumæans, who, though not numbered with Israel's descendants, were …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… for the aliens' sake, to increase the number of the proselytes; and for manifestation of God's power, if haply their enemies having taken them captives, fancied they prevailed, because their own gods were mighty: like as in Egypt, out of which no small "mixed multitude" went up; and, after that, in Babylon, what befell touching the furnace and the dreams.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Let them remember, then, that those who celebrated the passover at that time in type and shadow, when they were ordered to mark their door-posts with the blood of the lamb, used hyssop to mark them with. Now this is a meek and lowly herb, and yet nothing is stronger and more penetrating than its roots; that being rooted and …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… He Himself, in the very act of giving the law of the Sabbath, did even therein darkly signify that He will have them refrain from the evil works only, by the saying, "Ye must do no work, except what shall be done for your life." And in the temple too all went on, and with more diligence and double toil.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… a sheep to the slaughter, that by His blood sprinkled on our doorposts, that is, by the sign of His cross marked on our foreheads, we may be delivered from the perdition awaiting this world, as Israel from the bondage and destruction of the Egyptians; and a most salutary transit we make when we pass over from the devil to …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)