1 Τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων, 2 εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, λέγων, 3 Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; 4 Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι μεθʼ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ, 5 καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε, 6 Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, 7 καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ. 8 Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ. 9 Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι, τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. 10 Τετράδι καὶ εἰκάδι τοῦ ἐννάτου μηνὸς, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην, λέγων, 11 τάδε λέγει Κύριος παντοκράτωρ, ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον, λέγων, 12 ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου, ἢ ἑψήματος, ἢ οἴνου, ἢ ἐλαίου, ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς, καὶ εἶπαν, οὔ. 13 Καὶ εἶπεν Ἀγγαῖος, ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς, καὶ εἶπαν, μιανθήσεται. 14 Καὶ ἀπεκρίθη Ἀγγαῖος, καὶ εἶπεν, οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν· καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν, καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντα. 15 Καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου 16 τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητὰς καὶ ἐγένοντο εἴκοσι. 17 Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. 18 Ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης, καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐννάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, 19 εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ εἰ ἔτι ἡ ἄμπελος, καὶ ἡ συκῆ, καὶ ἡ ῥοὰ, καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. 20 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην, τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, λέγων, 21 εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, λέγων, Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, 22 καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 23 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγίδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.
Haggai · Brenton's Greek Septuagint
Haggai 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Zerubbabel
He led the return from Babylon and rebuilt the temple in Jerusalem.
Cited in the guide: Ezra 3-6; Hag. 2:23; Zech. 4; Matt. 1:12-13
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Peter 1:21; Haggai 2:20; Haggai 1:1; Haggai 2:10; Haggai 1:15
- 2 Haggai 1:1; Haggai 1:14; Ezra 1:8; Nehemiah 8:9; Ezra 2:63
- 3 Ezra 3:12; Luke 21:5–6; Haggai 2:9; Zechariah 4:9–10; Ezekiel 7:20
- 4 1 Chronicles 28:20; Joshua 1:9; Zechariah 8:9; Deuteronomy 31:23; 2 Samuel 5:10
- 5 Exodus 29:45–46; Exodus 34:10; Isaiah 41:13; Nehemiah 9:20; Zechariah 8:13
- 6 Hebrews 12:26–28; Isaiah 10:25; Luke 21:25–27; Mark 13:24–26; Acts 2:19
- 7 Malachi 3:1; 1 Kings 8:11; Luke 2:10–11; John 7:37–39; Luke 2:27
- 8 Psalm 50:10–12; Psalm 24:1; 1 Chronicles 29:14–16; Isaiah 60:17; Isaiah 60:13
- 9 Psalm 85:8–9; Colossians 1:19–21; 2 Corinthians 3:9–10; Psalm 24:7–10; 1 Timothy 3:16
- 10 Haggai 2:20; Haggai 1:1; Haggai 1:15–2:1
- 11 Leviticus 10:10–11; Malachi 2:7; Deuteronomy 33:10; Titus 1:9; Deuteronomy 17:8–11
- 12 Leviticus 6:27; Matthew 23:19; Ezekiel 44:19; Leviticus 7:6; Exodus 29:37
- 13 Numbers 19:11–22; Leviticus 22:4–6; Numbers 5:2–3; Numbers 9:6–10
- 14 Titus 1:15; Proverbs 28:9; Isaiah 1:11–15; Haggai 1:4–11; Proverbs 15:8
- 15 Haggai 1:5; Ezra 3:10; Haggai 2:18; Haggai 1:7; Ezra 4:24
- 16 Haggai 1:6; Proverbs 3:9–10; Malachi 2:2; Haggai 1:9–11; Zechariah 8:10–12
- 17 Deuteronomy 28:22; Haggai 1:11; Haggai 1:9; 1 Kings 8:37; Amos 4:8–11
- 18 Zechariah 8:9; Haggai 2:15; Ezra 5:1–2; Zechariah 8:12; Deuteronomy 32:29
- 19 Malachi 3:10; Habakkuk 3:17–18; Proverbs 3:9–10; Matthew 6:33; Zechariah 8:11–15
- 21 Zechariah 4:6–10; Haggai 2:6–7; Haggai 1:1; Ezra 5:2; Hebrews 12:26–27
- 22 Micah 5:10; Judges 7:22; Micah 5:15; Psalm 46:9; Zechariah 4:6
- 23 Isaiah 43:10; Isaiah 42:1; Zechariah 4:6–14; Song of Songs 8:6; Jeremiah 22:24
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… and the Church thus briefly: "Thus saith the Lord of hosts, Yet one little while, and I will shake the heaven, and the earth, and the sea, and the dry land; and I will move all nations, and the desired of all nations shall come." The fulfillment of this prophecy is in part already seen, and in part hoped for …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Now nothing is more faithless than the devil; and God says plainly by the Prophet, The gold is Mine, and the silver is Mine, and to whomsoever I will I give it.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
For so, indeed, did that car nal people understand what was foretold by Haggai the prophet, saying, "The glory of this latter house shall be greater than that of the former." Now, that this is said of the new testament, he showed a little above, where he says, evidently promising Christ, "And I will move all nations, and the desired …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Chapter 48.--That Haggai's Prophecy, in Which He Said that the Glory of the House of God Would Be Greater Than that of the First Had Been, Was Really Fulfilled, Not in the Rebuilding of the Temple, But in the Church of Christ.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)