1 Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας. 2 Δόξα Θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα. 3 Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. 4 Τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν. 5 Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. 6 Μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· 7 Κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι, ἀνάβαινε πρὸς μὲ, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου· ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε. 8 Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτων· ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος, 9 ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει, 10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλὰ ἔσται σοι ἴση θανάτῳ· 10a χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως. 11 Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον. 12 Εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς. 13 Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ. 14 Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ. 15 Ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσι, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ. 16 Μέλι εὑρὼν φάγε τὸ ἱκανὸν, μή ποτε πλησθεὶς ἐξεμέσῃς. 17 Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μή ποτε πλησθείς σου μισήσῃ σε. 18 Ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτὸν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ. 19 Οδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ. 20 Ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ· 20a ὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν. 21 Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτόν· 22 Τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά. 23 Ἄνεμος Βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει· 24 Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ. 25 Ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνὲς, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. 26 Ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. 27 Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. 28 Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 25 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Proverbs 1:1; 1 Kings 4:32; Micah 1:1; Hosea 1:1; Ecclesiastes 12:9
- 2 Deuteronomy 29:29; Romans 11:33–34; Job 11:7–8; Job 38:4–39:30; Job 42:3
- 3 Psalm 103:11; 1 Kings 4:29; Isaiah 55:9; 1 Peter 1:7; Romans 8:39
- 4 2 Timothy 2:20–21; Ezekiel 22:18; Proverbs 17:3; Malachi 3:2–3; Isaiah 1:25–27
- 5 Proverbs 16:12; Psalm 101:7–8; Proverbs 20:8; Proverbs 20:28; Isaiah 16:5
- 6 Proverbs 27:2; Proverbs 25:27; Proverbs 16:19; Exodus 3:11; 1 Samuel 15:17
- 7 Luke 14:7–11; 1 Peter 5:5; Luke 18:14; Revelation 4:1; Proverbs 16:19
- 8 Matthew 5:25; Proverbs 17:14; Proverbs 18:6; Proverbs 30:33; Proverbs 14:12
- 9 Matthew 18:5–17; Proverbs 11:13; Proverbs 20:19
- 11 Proverbs 15:23; Isaiah 50:4; Ecclesiastes 12:10; Proverbs 24:26
- 12 Psalm 141:5; Proverbs 15:31–32; Proverbs 9:8; Proverbs 27:5–6; Proverbs 15:5
- 13 Proverbs 13:17; Proverbs 25:25; Philippians 2:25–30; Proverbs 26:6
- 14 Proverbs 20:6; Luke 14:11; 2 Peter 2:15–19; 1 Kings 22:11; Jude 16
- 15 Ecclesiastes 10:4; Proverbs 15:1; Proverbs 16:14; Genesis 32:4–21; 1 Samuel 25:24–44
- 16 Proverbs 25:27; Ephesians 5:18; Proverbs 24:13–14; Isaiah 7:15; 1 Samuel 14:25–27
- 18 Psalm 57:4; Proverbs 12:18; James 3:6; Jeremiah 9:8; Proverbs 24:28
- 19 Isaiah 36:6; Ezekiel 29:6–7; Job 6:14–20; 2 Chronicles 28:20–21; 2 Timothy 4:16
- 20 Romans 12:15; Ecclesiastes 3:4; James 2:15–16; Proverbs 10:26; Deuteronomy 24:12–17
- 21 Romans 12:20–21; Matthew 5:44; Proverbs 24:17; Exodus 23:4–5; Luke 10:33–36
- 22 2 Samuel 16:12; Matthew 10:13
- 23 Proverbs 26:20; 2 Corinthians 12:20; Psalm 15:3; Romans 1:30; Job 37:22
- 24 Proverbs 21:19; Proverbs 21:9; Proverbs 27:15–16; Proverbs 19:13
- 25 Proverbs 15:30; Romans 10:15; Psalm 63:1; Revelation 21:6; Nahum 1:15
- 26 Ezekiel 34:18–19; Matthew 26:69–74; Genesis 4:8; 1 Samuel 22:14–18; 1 Thessalonians 2:15
- 27 Proverbs 27:2; John 5:44; Philippians 2:3; Proverbs 25:16; 2 Corinthians 12:1
- 28 Proverbs 16:32; Proverbs 22:24; Nehemiah 1:3; 2 Chronicles 32:5; 1 Samuel 20:30
- 20a Romans 12:15; Ecclesiastes 3:4; James 2:15–16; Proverbs 10:26; Deuteronomy 24:12–17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… that the enemy should not know when we do our alms, how shall we do with the enemy himself so as to fulfil that precept, "If thine enemy be hungry, give him bread to eat; and if he be thirsty, give him water to drink"?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)