Hosea · Brenton's Greek Septuagint
Hosea 11 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Hosea is not in PT1904.
1 Ὄρθρου ἀπεῤῥίφησαν, ἀπεῤῥίφη βασιλεὺς Ἰσραήλ· ὅτι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.
·
2 Καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον, καὶ τοῖς γλυπτοῖς ἐθυμίων.
·
3 Καὶ ἐγὼ συνεπόδισα τὸν Ἐφραὶμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς.
·
4 Ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου, καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ.
·
5 Κατῴκησεν Ἐφραὶμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ· ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι,
·
6 καὶ ἠσθένησεν ἐν ῥομφαίᾳ ἐν ταῖς πόλεσιν αὐτοῦ· καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν,
·
7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.
·
8 Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβοείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου·
·
9 Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.
·
10 Ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.
·
11 Ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.
·
Cross references (11)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Matthew 2:15; Exodus 4:22; Hosea 13:4; Hosea 2:15; Jeremiah 2:2
- 2 Jeremiah 18:15; Hosea 2:13; Isaiah 65:7; John 3:19; Hosea 11:7
- 3 Jeremiah 30:17; Exodus 15:26; Deuteronomy 1:31; Hosea 7:15; Deuteronomy 8:2
- 4 John 12:32; Leviticus 26:13; 2 Corinthians 5:14; Jeremiah 31:2–3; Isaiah 63:9
- 5 Hosea 7:16; Hosea 10:6; 2 Kings 17:13–14; Hosea 8:13; Hosea 9:3
- 6 Hosea 13:16; Hosea 10:6; Hosea 10:14; Micah 5:11; Psalm 106:43
- 7 Jeremiah 8:5; Jeremiah 3:11; Hosea 14:4; Amos 5:14–15; Hosea 7:16
- 8 Jeremiah 31:20; Hosea 6:4; Matthew 23:37; Deuteronomy 32:36; Jude 7
- 9 Numbers 23:19; Isaiah 55:8–9; Jeremiah 30:11; Isaiah 12:6; Micah 7:18–20
- 10 Joel 3:16; Isaiah 31:4; Amos 1:2; Jeremiah 25:30; Jeremiah 31:9
- 11 Isaiah 11:11; Zechariah 10:10; Isaiah 60:8; Hosea 7:11; Amos 9:14–15
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences