Skip to the text

Exodus · Brenton's Greek Septuagint

Exodus 4 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἀπεκρίθη δὲ Μωυσῆς, καὶ εἶπεν, ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου, ἐροῦσι γὰρ, ὅτι οὐκ ὦπταί σοι ὁ Θεὸς, τί ἐρῶ πρὸς αὐτούς; 2 Εἶπε δὲ αὐτῳ Κύριος, τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε, ῥάβδος. 3 Καὶ εἶπε, ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν· καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωυσῆς ἀπʼ αὐτοῦ. 4 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἔκτεινον τῆν χεῖρα, καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου· καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ. 5 Ἵνα πιστεύσωσί σοι, ὅτι ὦπταί σοι ὁ Θεὸς τῶν πατέρων αὐτῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. 6 Εἶπε δὲ αὐτῷ Κύριος πάλιν, εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου· καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών. 7 Καὶ εἶπεν πάλιν, εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου· καὶ εἰσήνεγκε τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς. 8 Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δετέρου. 9 Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. 10 Εἶπε δὲ Μωυσῆς πρὸς Κύριον, δέομαι, Κύριε· οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφʼ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. 11 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποιήσε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ Θεός; 12 Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι. 13 Καὶ εἶπε Μωυσῆς, δέομαι, Κύριε· προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς. 14 Καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐπὶ Μωυσῆν, εἶπεν, οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἄδελφός σου ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ. 15 Καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ, καί συμβιβάσω ὑμᾶς ἃ ποιήσετε. 16 Καὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν. 17 Καὶ τὴν ῥάβδον ταύτην, τὴν στραφεῖσαν εἰς ὄφιν, λήψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα. 18 Ἐπορεύθη δὲ Μωυσῆς, καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ, καὶ λέγει, πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσι· καὶ εἶπεν Ἰοθὸρ Μωυσῇ, βάδιζε ὑγιαίνων· μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. 19 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν ἐν Μαδιὰμ, βάδιζε, ἄπελθε εἰς Αἴγυπτον, τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντες σου τὴν ψυχήν. 20 Ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία, ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβε δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. 21 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. 22 Σὺ δὲ ἐρεῖς τῷ Φαραῴ, τάδε λέγει Κύριος, υἱὸς πρωτότοκός μου Ἰσραήλ. 23 Εἶπα δέ σοι, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν, ἐγὼ ἀποκτένῶ τὸν υἱόν σου τὸν πρωτότοκον. 24 Ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ Ἄγγελος Κυρίου, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 25 Καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς· καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἶπεν, ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. 26 Καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ, διότι εἶπεν, ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. 27 Εἶπε δὲ Κύριος πρὸς Ἀαρὼν, πορεύθητι εἰς συνάντησιν Μωυσῇ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη, καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ Θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους. 28 Καὶ ἀνήγγειλε Μωυσῆς τῷ Ἀαρὼν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλε, καὶ πάντα τὰ ῥήματα, ἃ ἐνετείλατο αὐτῷ. 29 Ἐπορεύθη δὲ Μωυσῆς καὶ Ἀαρὼν, καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ. 30 Καὶ ἐλάλησεν Ἀαρὼν πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησε τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ. 31 Καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aaron

    First high priest

    Moses' brother and spokesman, Israel's first high priest.

    Cited in the guide: Exodus 4–40; Leviticus 8–10

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

  • Zipporah

    Wife of Moses

    The Midianite daughter of Jethro who became Moses' wife in the wilderness.

    Cited in the guide: Exodus 2:16-22; Exodus 4:24-26; Exodus 18

Cross references (30)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 3:18; Exodus 4:31; Jeremiah 1:6; Exodus 2:14; Acts 7:25
  2. 2 Exodus 4:20; Exodus 4:17; Psalm 110:2; Isaiah 11:4; Genesis 30:37
  3. 3 Exodus 7:10–15; Amos 5:19; Exodus 4:17
  4. 4 Mark 16:18; Acts 28:3–6; Luke 10:19; Psalm 91:13; John 2:5
  5. 5 Exodus 19:9; Genesis 26:2; Exodus 3:15; Genesis 12:7; Genesis 48:3
  6. 6 2 Kings 5:27; Numbers 12:10
  7. 7 2 Kings 5:14; Deuteronomy 32:39; Matthew 8:3; Numbers 12:13–15
  8. 8 Isaiah 28:10; Deuteronomy 32:39; Exodus 4:30–31; 2 Kings 5:7; Job 5:18
  9. 9 Exodus 1:22; Exodus 7:19–25; Matthew 7:2
  10. 10 Jeremiah 1:6; Exodus 6:12; Acts 7:22; Exodus 4:1; 2 Corinthians 11:6
  11. 11 Psalm 146:8; Isaiah 6:7; Amos 3:6; Psalm 94:9; Ezekiel 3:26–27
  12. 12 Jeremiah 1:9; Luke 12:11–12; Matthew 10:19–20; Luke 21:14–15; Mark 13:11
  13. 13 Jonah 1:3; Exodus 4:1; Ezekiel 3:14–15; Jonah 1:6; John 6:29
  14. 14 Mark 14:13–15; 1 Chronicles 21:7; Exodus 4:27; 2 Corinthians 7:6–7; Philippians 2:21
  15. 15 Isaiah 51:16; Deuteronomy 18:18; Numbers 23:16; Numbers 23:12; Luke 21:15
  16. 16 Exodus 7:1–2; Psalm 82:6; John 10:34–35; Exodus 18:19
  17. 17 Exodus 4:2; 1 Corinthians 1:27; Exodus 7:9–20
  18. 18 Exodus 3:1; Luke 7:50; 1 Timothy 6:1; Acts 16:36; Genesis 45:3
  19. 19 Matthew 2:20; Exodus 2:23; Exodus 2:15
  20. 20 Exodus 17:9; Numbers 20:8–9; Exodus 4:2; Exodus 18:3–4; Numbers 20:11
  21. 21 Romans 9:18; Joshua 11:20; Isaiah 63:17; Exodus 14:8; Exodus 7:13
  22. 22 Hosea 11:1; Romans 9:4; Jeremiah 31:9; Hebrews 12:23; Deuteronomy 14:1
  23. 23 Exodus 12:29; Exodus 11:5; Psalm 135:8; Psalm 105:36; Exodus 5:1
  24. 24 Genesis 17:14; Numbers 22:22–23; 1 Chronicles 21:16; Leviticus 10:3; Exodus 3:18
  25. 25 Joshua 5:2–3; Genesis 17:14; 2 Samuel 16:7
  26. 27 Exodus 3:1; Acts 10:5–6; Ecclesiastes 4:9; Exodus 20:18; Acts 10:20
  27. 28 Exodus 4:15–16; Exodus 4:8–9; Matthew 21:29; Jonah 3:2
  28. 29 Exodus 3:16; Exodus 24:11; Exodus 24:1
  29. 30 Exodus 4:16
  30. 31 Exodus 3:18; Exodus 12:27; Exodus 2:25; Psalm 106:12–13; Exodus 3:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:3 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXXIII)

    And nevertheless Moses feared and fled. What is it that Moses fled from that serpent?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  2. Quotes verse 4:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVIII)

    Thus Moses also first is in fear of the serpent, and not merely in fear, but even with much distress: and then he sees that strange thing come to pass. So these too, having first looked to perish, were then saved, that having confessed the danger, they might learn the greatness of the miracle.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 4:21 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXXVIII)

    … have a thing which without doubt we can ascribe to them; the dyings of the beasts, the dyings of the first-born, and this especially whence all these things proceeded, namely, the hardening of heart, so that they would not let go the people of God. For when God is said to make this most iniquitous and malignant obstinacy, He maketh …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Quotes verse 4:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LVI)

    … in behalf of heartless and disobedient men; and by the very persons who were saved by them, they were brought into extreme danger; and each of them wishing to withdraw men from idolatry; and each being unlearned; for the one was of a "slow tongue," and dull of speech, and the other for his part also somewhat of the rudest …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)