1 Ὅτι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, 2 καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου κατεδιείλαντο, 3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ τοῦ οἴνου, καὶ ἔπινον. 4 Καὶ τί ὑμεῖς ἐμοὶ Τύρος, καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνησικακεῖτε ὑμεῖς ἐπʼ ἐμοί; ὀξέως, καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, 5 ἀνθʼ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, 6 καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. 7 Καὶ ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, 8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας τῶν υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησε. 9 Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταὶ, 10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω, ὅτι ἰσχύω ἐγώ. 11 Συναθροίζεσθε, καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν, καὶ συνάχθητε ἐκεῖ· ὁ πρᾳῢς ἔστω μαχητής. 12 Ἐξεγειρέσθωσαν, ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. 13 Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. 14 Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. 15 Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι φέγγος αὐτῶν. 16 Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱοὺς Ἰσραήλ. 17 Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἱερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται διʼ αὐτῆς οὐκέτι. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων. 19 Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται, ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθʼ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20 Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. 21 Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.
Joel · Brenton's Greek Septuagint
Joel 4 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · Joel 3 · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info. References use English (Hebrew-based) verse numbers; links open the passage in LXX.
- 1 Zephaniah 3:19–20; Jeremiah 30:3; Ezekiel 39:25; Amos 9:14; Jeremiah 29:14
- 2 Zechariah 14:2–4; Isaiah 66:16; Zephaniah 3:8; Ezekiel 38:22; Joel 3:12
- 3 Nahum 3:10; Amos 2:6; Obadiah 11; Revelation 18:13; 2 Chronicles 28:8–9
- 4 Amos 1:6–10; Jeremiah 47:4; Isaiah 34:8; Isaiah 59:18; Ezekiel 25:12–17
- 5 2 Chronicles 21:16–17; 2 Kings 24:13; 2 Kings 16:8; 2 Kings 12:18; 2 Kings 18:15–16
- 6 Ezekiel 27:13; Joel 3:3; Joel 3:8; Deuteronomy 28:68; Deuteronomy 28:32
- 7 Isaiah 43:5–6; Jeremiah 23:8; 2 Thessalonians 1:6; Jeremiah 30:16; Jeremiah 30:10
- 8 Isaiah 60:14; Job 1:15; Judges 2:14; Isaiah 14:1–2; Judges 4:2
- 9 Jeremiah 46:3–4; Ezekiel 38:7; Isaiah 8:9–10; Jeremiah 31:10; Jeremiah 50:2
- 10 Zechariah 12:8; Micah 4:3; Isaiah 2:4; 2 Chronicles 25:8; Luke 22:36
- 11 Isaiah 13:3; Zephaniah 3:8; Revelation 19:19–20; Revelation 19:14; 2 Thessalonians 1:7
- 12 Joel 3:2; Isaiah 3:13; Psalm 98:9; Isaiah 2:4; Psalm 96:13
- 13 Revelation 14:15–20; Hosea 6:11; Mark 4:29; Jeremiah 51:33; Isaiah 63:3
- 14 Isaiah 34:2–8; Joel 3:2; Philippians 3:2; Revelation 16:14–16; Joel 1:15
- 15 Joel 2:10; Luke 21:25–26; Joel 2:31; Matthew 24:29; Isaiah 13:10
- 16 Amos 1:2; Joel 2:10–11; Jeremiah 25:30–31; Proverbs 18:10; Jeremiah 16:19
- 17 Joel 2:27; Nahum 1:15; Isaiah 52:1; Isaiah 4:3; Revelation 21:27
- 18 Isaiah 35:6; Ezekiel 47:1–12; Revelation 22:1–2; Zechariah 14:8; Amos 9:13–14
- 19 Isaiah 19:1–15; Zechariah 14:18–19; Jeremiah 51:35; Ezekiel 35:1–15; Amos 1:11–12
- 20 Ezekiel 37:25; Isaiah 33:20; Amos 9:15
- 21 Isaiah 4:4; Revelation 21:3; Ezekiel 36:25; Ezekiel 36:29; Ezekiel 48:35
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations). Verse numbers below follow the Hebrew/English numbering: 3.
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… will have compassion upon us: He will destroy our iniquities, and will cast our sins into the depths of the sea." And again, specifying the place of His advent, he says: "The Lord hath spoken from Zion, and He has uttered His voice from Jerusalem." And that it is from that region which is towards the south of the inheritance …
And there are also some of them who say, "The Lord hath spoken in Zion, and uttered His voice from Jerusalem;" and, "In Judah is God known;" -- these indicated His advent which took place in Judea.