1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, εἶπον τοῖς ἱερεύσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς, ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, 2 ἀλλʼ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς, καὶ θυγατράσιν, ἐπʼ ἀδελφῷ, 3 καὶ ἐπʼ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται. 4 Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. 5 Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ· καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται· καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. 6 Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι. 7 Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς, ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ. 8 Καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει, ἅγιος ἔσται· ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. 9 Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεύσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται. 10 Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει, καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει, 11 καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται. 12 Καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπʼ αὐτῷ· ἐγὼ Κύριος. 13 Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται. 14 Χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. 15 Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν. 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 17 εἶπον Ἀαρὼν, ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ. 18 πᾶς ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· ἄνθρωπος τυφλὸς. 19 ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῳ σύντριμμα χειρὸς, ἢ σύντριμμα ποδὸς, 20 ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτίλλος τοὺς ὀφθαλμούς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις. 21 Πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν. 22 Τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται. 23 Πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς. 24 Καὶ ἐλάλησε Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας υἱοὺς Ἱσραήλ.
Leviticus · Brenton's Greek Septuagint
Leviticus 21 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 44:25; Leviticus 21:11; Leviticus 10:6–7; Leviticus 19:28; Numbers 19:14
- 2 Leviticus 18:6; 1 Thessalonians 4:13
- 4 Ezekiel 24:16–17
- 5 Deuteronomy 14:1; Ezekiel 44:20; Leviticus 19:27–28; Isaiah 22:12; Amos 8:10
- 6 Leviticus 3:11; Leviticus 18:21; 1 Peter 2:9; Leviticus 10:3; Leviticus 19:12
- 7 Leviticus 21:13–14; Ezekiel 44:22; Leviticus 21:8; 1 Timothy 3:11; Isaiah 50:1
- 8 Leviticus 20:7–8; Leviticus 11:44–45; Leviticus 19:2; Leviticus 21:6; John 17:19
- 9 Genesis 38:24; Leviticus 19:29; Titus 1:6; 1 Samuel 2:34; 1 Timothy 3:4–5
- 10 Leviticus 10:6–7; Leviticus 16:32; Matthew 26:65; Exodus 29:29–30; Leviticus 8:12
- 11 Numbers 19:14; Leviticus 21:1–2; Leviticus 19:28; Numbers 6:7; Matthew 12:46–50
- 12 Leviticus 10:7; Exodus 28:36; Leviticus 8:9–12; Exodus 29:6–7; Acts 10:38
- 13 Leviticus 21:7; Ezekiel 44:22; 2 Corinthians 11:2; Revelation 14:4
- 14 Leviticus 21:7; Ezekiel 44:22
- 15 Romans 11:16; 1 Corinthians 7:14; Leviticus 21:8; Malachi 2:11; Ezra 9:2
- 17 Psalm 65:4; Leviticus 10:3; Numbers 16:5; 1 Thessalonians 2:10; Hebrews 7:26
- 18 1 Timothy 3:2–3; Leviticus 22:19–25; Matthew 23:19; Matthew 23:16–17; Titus 1:10
- 20 Deuteronomy 23:1; Isaiah 56:3
- 21 Leviticus 21:6; Leviticus 21:8; Leviticus 21:17
- 22 Leviticus 2:3; Leviticus 7:1; Leviticus 2:10; Numbers 18:9–10; Leviticus 22:10–13
- 23 Leviticus 21:12; Exodus 40:26–27; Leviticus 15:31; Exodus 30:6–8; Ezekiel 44:9–14
- 24 1 Timothy 1:18; Colossians 4:17; 2 Timothy 2:2; Malachi 2:1–7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences