1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοῦς, ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 3 Ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 4 Οὐκ ἐπακολουθήσετε εἰδώλοις, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 5 Καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ Κυρίῳ, δεκτὴν ὑμῶν θύσετε. 6 ᾟ ἂν ἡμέρᾳ θύσετε, βρωθήσεται, καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται. 7 Ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται. 8 Ὁ δὲ ἔσθων αὐτὸ, ἁμαρτίαν λήψεται, ὅτι τὰ ἅγια Κυρίου ἐβεβήλωσε· καὶ ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν. 9 Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι· καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, 10 καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τὰς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά. ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 11 Οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐδὲ συκοφαντήσει ἕκαστος τὸν πλησίον. 12 Καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπʼ ἀδίκῳ, καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τὸ ἅγιον τοῦ Θεοῦ ὑμῶν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 13 Οὐκ ἀδικήσεις τὸν πλησίον, καὶ οὐχ ἁρπᾷ· καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ σου παρὰ σοὶ ἕως πρωΐ. 14 Οὐ κακῶς ἐρεῖς κωφόν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον· καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 15 Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρίνεις τὸν πλησίον σου. 16 Οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου· οὐκ ἐπιστήσῃ ἐφʼ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 17 Οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ διʼ αὐτὸν ἁμαρτίαν. 18 Καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ· καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος. 19 Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ· καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον· καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ. 20 Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη ᾖ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὕτη λύτροις οὐ λελύτρωται, ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς· οὐκ ἀποθανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη. 21 Καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας. 22 Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν. 23 Ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον, καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται. 24 Καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ Κυρίῳ. 25 Ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 26 Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων, καὶ οὐκ οἰωνιεῖσθε, οὐδὲ ὀρνιθοσκοπήσεσθε. 27 Οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν. 28 Καὶ ἐντομίδας οὐ ποιήσετε ἐπὶ ψυχῇ ἐν τῷ σώματι ὑμῶν· καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 29 Οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν· καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. 30 Τὰ σάββατά μον φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος. 31 Οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε, ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 32 Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου, καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 33 Ἐὰν δέ τις προσέλθῃ ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν. 34 Ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 35 Οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς. 36 Ζυγὰ δίκαια καὶ σταθμία δίκαια καὶ χοῦς δίκαιος ἔσται ἐν ὑμιν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου. 37 Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
Leviticus · Brenton's Greek Septuagint
Leviticus 19 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Leviticus 11:44–45; Leviticus 20:7; 1 Peter 1:15–16; 2 Corinthians 6:14–16; Matthew 5:48
- 3 Exodus 20:12; Exodus 20:8; Ephesians 6:1–3; Hebrews 12:9; Proverbs 30:17
- 4 Leviticus 26:1; Exodus 34:17; Psalm 115:4–7; Exodus 20:23; Deuteronomy 27:15
- 5 Leviticus 22:19; Leviticus 22:29; Leviticus 7:16; Leviticus 1:3; Ephesians 2:13–14
- 6 Leviticus 7:11–17
- 7 Leviticus 7:18–21; Leviticus 22:25; Jeremiah 16:18; Leviticus 22:23; Isaiah 66:3
- 8 Leviticus 22:15; Leviticus 5:1
- 9 Leviticus 23:22; Deuteronomy 24:19–22; Ruth 2:15; Ruth 2:2; Leviticus 23:10
- 10 Isaiah 17:6; Leviticus 25:6; Isaiah 24:13; Judges 8:2; Micah 7:1
- 11 Colossians 3:9; Psalm 101:7; Exodus 20:15; Ephesians 4:25; Zechariah 5:3–4
- 12 Exodus 20:7; Deuteronomy 5:11; Leviticus 18:21; Leviticus 6:3; James 5:12
- 13 James 5:4; Malachi 3:5; Deuteronomy 24:14–15; Jeremiah 22:13; Proverbs 20:10
- 14 Deuteronomy 27:18; Leviticus 19:32; 1 Peter 2:17; Leviticus 25:17; Romans 14:13
- 15 Deuteronomy 1:17; Deuteronomy 27:19; Proverbs 24:23; Exodus 23:6–8; Exodus 23:2–3
- 16 Exodus 23:1; Exodus 23:7; Proverbs 20:19; Proverbs 11:13; Ezekiel 22:9
- 17 1 John 2:9; Luke 17:3; 1 John 2:11; Proverbs 27:5–6; 1 John 3:12–15
- 18 Matthew 22:39–40; Romans 13:9; Mark 12:31–34; Luke 10:27–37; Galatians 5:14
- 19 2 Corinthians 6:14–17; Deuteronomy 22:9–11; Matthew 9:16–17; Galatians 3:9–11; 2 Samuel 13:29
- 20 Deuteronomy 22:23–24; Exodus 21:20–21
- 21 Leviticus 6:6–7; Leviticus 5:1–6; Leviticus 5:15
- 22 Leviticus 4:26; Leviticus 4:20
- 23 Leviticus 22:27; Acts 7:51; Jeremiah 9:25–26; Jeremiah 6:10; Leviticus 14:34
- 24 Deuteronomy 18:4; Proverbs 3:9; Numbers 18:12–13; Deuteronomy 14:28–29; Deuteronomy 12:17–18
- 25 Haggai 1:9–11; Leviticus 26:3–4; Haggai 1:4–6; Ecclesiastes 11:1–2; Haggai 2:18–19
- 26 Deuteronomy 18:10–14; 2 Kings 17:17; 2 Chronicles 33:6; Deuteronomy 12:23; 2 Kings 21:6
- 27 Leviticus 21:5; Deuteronomy 14:1; Ezekiel 44:20; Jeremiah 48:37; Isaiah 15:2
- 28 Deuteronomy 14:1; 1 Kings 18:28; Leviticus 21:5; Leviticus 21:1; Jeremiah 16:6
- 29 Deuteronomy 23:17–18; 1 Corinthians 6:15; Leviticus 21:7; Hosea 4:12–14
- 30 Leviticus 26:2; Leviticus 19:3; Ecclesiastes 5:1; Exodus 20:8; Psalm 89:7
- 31 Isaiah 8:19; Leviticus 20:6–7; Leviticus 20:27; 2 Chronicles 33:6; Deuteronomy 18:10–14
- 32 1 Timothy 5:1; Proverbs 16:31; Lamentations 5:12; Proverbs 20:29; Leviticus 19:14
- 33 Exodus 22:21; Exodus 23:9; Jeremiah 7:6; Deuteronomy 24:14; Malachi 3:5
- 34 Deuteronomy 10:19; Leviticus 19:18; Exodus 12:48–49; Matthew 5:43
- 35 Deuteronomy 25:15; Deuteronomy 25:13; Proverbs 16:11; Micah 6:1; Leviticus 19:15
- 36 Proverbs 11:1; Exodus 20:2; Proverbs 20:10; Deuteronomy 25:13–15
- 37 Deuteronomy 8:1; Leviticus 18:4–5; Deuteronomy 5:1; 1 John 3:22–23; Psalm 119:34
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
"A new commandment," He says, "I give unto you, that ye love one another." But was not this already commanded in the ancient law of God, where it is written, "Thou shalt love thy neighbor as thyself"? Why, then, is it called a new one by the Lord, when it is proved to be so old?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)