Skip to the text

Ezekiel · Brenton's Greek Septuagint

Ezekiel 24 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων, 2 υἱὲ ἀνθρώπου γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφʼ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον· 3 Καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολήν, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος, ἐπίστησον τὸν λέβητα, καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ, 4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν, 5 ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων· καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν, ἔζεσε καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. 6 Διατοῦτο τάδε λέγει Κύριος, ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἐπεσεν ἐπʼ αὐτὴν κλῆρος. 7 Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν, 8 τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν, τοῦ μὴ καλύψαι αὐτό. 9 Διατοῦτο τάδε λέγει Κύριος, κᾀγὼ μεγαλυνῶ τὸν δαλόν· 10 Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, 11 καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, 12 καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς. Καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς, 13 ἀνθʼ ὧν ἐμιαίνου σύ· καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου; 14 Ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ, οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος· διατοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν. 15 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 16 υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῇς, οὐδʼ οὐ μὴ κλαυσθῇς, 17 στεναγμὸς αἵματος, ὀσφύος πένθος ἔσῃ· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑοιδήματά σου ἐν τοῖς ποσί σου· οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. 18 Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τοπρωῒ, ὃν τρόπον ἐνετείλατὸ μοι ἑσπέρας, καὶ ἐποίησα τοπρωῒ, ὃν τρόπον ἐπετάγη μοι. 19 Καὶ εἶπε πρὸς μὲ ὁ λαὸς, οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτα ἃ σὺ ποιεῖς; 20 Καὶ εἶπα πρὸς αὐτοὺς, λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων, 21 εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. 22 Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, 23 καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὲ κόψησθε, οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν, καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. 24 Καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποίησα ποιήσετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 25 Καὶ σύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρʼ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, 26 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; 27 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ezekiel

    Priest-prophet in Babylon

    The priest, son of Buzi, among the exiles by the Chebar Canal to whom the word of the LORD came.

    Cited in the guide: Ezekiel 1:3; Ezekiel 24:24

Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezekiel 20:1; Ezekiel 8:1; 2 Kings 24:12; Ezekiel 32:1; Ezekiel 33:21
  2. 2 2 Kings 25:1; Jeremiah 39:1; Jeremiah 52:4; Isaiah 30:8–9; Habakkuk 2:2–3
  3. 3 Ezekiel 20:49; Ezekiel 11:3; Ezekiel 17:2; Isaiah 1:2; Ezekiel 2:6
  4. 4 Micah 3:2–3; Ezekiel 22:18–22; Matthew 7:2
  5. 5 Jeremiah 52:24–27; Jeremiah 52:10; Jeremiah 39:6; Ezekiel 20:47; Ezekiel 24:9–10
  6. 6 Ezekiel 22:2; Nahum 3:1; Ezekiel 22:27; Micah 7:2; Obadiah 11
  7. 7 Leviticus 17:13; Deuteronomy 12:16; Deuteronomy 12:24; Job 16:18; Jeremiah 2:34
  8. 8 Deuteronomy 32:21–22; Ezekiel 23:45; Ezekiel 16:37–38; 1 Corinthians 4:5; Deuteronomy 29:22–28
  9. 9 Habakkuk 2:12; Ezekiel 24:6; 2 Peter 3:7–12; Revelation 16:6; Ezekiel 22:31
  10. 10 Lamentations 1:10; Jeremiah 17:3; Jeremiah 20:5; Lamentations 2:16
  11. 11 Jeremiah 21:10; Malachi 4:1; Isaiah 1:25; Jeremiah 38:18; 1 Corinthians 3:12–13
  12. 12 Jeremiah 5:3; Jeremiah 9:5; Jeremiah 2:13; Jeremiah 51:58; Daniel 9:13–14
  13. 13 Ezekiel 5:13; Ezekiel 22:24; Ezekiel 16:42; Ezekiel 8:18; Zephaniah 3:2
  14. 14 Matthew 16:27; Isaiah 3:11; Ezekiel 18:30; Ezekiel 7:4; Ezekiel 5:11
  15. 16 Jeremiah 22:10; Jeremiah 13:17; 1 Thessalonians 4:13; Ezekiel 24:18; Song of Songs 7:10
  16. 17 Hosea 9:4; 2 Samuel 15:30; Leviticus 21:10; Leviticus 10:6; Jeremiah 16:4–7
  17. 18 1 Corinthians 7:29–30
  18. 19 Ezekiel 12:9; Ezekiel 37:18; Ezekiel 17:12; Ezekiel 20:49; Ezekiel 21:7
  19. 21 Ezekiel 23:47; Psalm 27:4; Jeremiah 7:14; Ezekiel 23:25; Psalm 84:1
  20. 22 Jeremiah 16:4–7; Amos 6:9–10; Ezekiel 24:16–17; Psalm 78:64; Jeremiah 47:3
  21. 23 Ezekiel 4:17; Leviticus 26:39; Ezekiel 33:10; Job 27:15; Isaiah 59:11
  22. 24 Ezekiel 4:3; Ezekiel 12:11; Luke 11:29–30; Isaiah 20:3; Ezekiel 6:7
  23. 25 Ezekiel 24:21; Psalm 48:2; Jeremiah 11:22; Psalm 50:2; Psalm 122:1–9
  24. 26 Job 1:15–19; Ezekiel 33:21–22; 1 Samuel 4:12–18
  25. 27 Ezekiel 33:22; Ezekiel 29:21; Exodus 6:11–12; Psalm 51:15; Ezekiel 3:26–27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences