1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, 2 ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις. 3 Καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι. 4 Ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, τοῦ μὴ ἀποκτεῖναι αὐτόν· 5 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπολῶ αὐτὸν, καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ, ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας, ἐκ τοῦ λαοῦ αὐτῶν. 6 Καὶ ψυχὴ ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτῆν ἐκ τοῦ λαοῦ αὐτῆς. 7 Καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 8 Καὶ φυλάξεσθε τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγὼ Κύριος ὁ ἁγιάζεν ὑμᾶς. 9 Ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν; ἔνοχος ἔσται. 10 Ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη. 11 Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυσε· θανάτῳ θανατούσθωσαν ἀμφότεροι, ἔνοχοί εἰσι. 12 Καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασι γάρ, ἔνοχοί εἰσι. 13 Καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοι εἰσιν. 14 Ὃς ἂν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτὰς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν. 15 Καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανάτούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε. 16 Καὶ γυνὴ ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπʼ αὐτοὺ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν. 17 Ὃς ἂν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ, καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς, καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολοθρευθήσονται ἐνωπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται. 18 Καὶ ἀνὴρ ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήσονται ἀμφότεροι ἐκ τῆς γενεᾶς αὐτῶν. 19 Καὶ ἀσχημοσύνην ἀδελφῆς πατρὸς σου, καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται. 20 Ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται. 21 Ὃς ἐὰς λάβῃ γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται. 22 Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου, καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτὰ, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπʼ αὐτῆς. 23 Καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφʼ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς. 24 Καὶ εἶπα ὑμῖν, ὑμεῖς κληρονομήσετε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν. 25 Καὶ ἀφοριεῖτε αὐτοὺς ἀναμέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀναμέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ ἀναμέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων· καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσι, καὶ ἐν τοῖς πετεινοῖς, καὶ ἐν πᾶσι τοῖς ἑρπετοῖς τῆς γῆς ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ. 26 Καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἶμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν, εἶναί μοι. 27 Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτοὺς, ἔνοχοί εἰσι.
Leviticus · Brenton's Greek Septuagint
Leviticus 20 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Deuteronomy 21:21; Leviticus 18:21; Leviticus 24:23; Leviticus 24:14; Leviticus 20:27
- 3 Leviticus 18:21; Leviticus 17:10; Ezekiel 23:38–39; Ezekiel 5:11; 2 Corinthians 6:16
- 4 Deuteronomy 17:2–5; Acts 17:30; 1 Samuel 3:13–14; 1 Kings 20:42; Deuteronomy 13:8
- 5 Psalm 106:39; Hosea 2:13; Hosea 2:5; Leviticus 17:7; Jeremiah 32:39
- 6 Leviticus 19:31; Isaiah 8:19; Deuteronomy 18:10–14; 1 Chronicles 10:13–14; Leviticus 20:27
- 7 Leviticus 11:44; Leviticus 19:2; 1 Peter 1:15–16; Ephesians 1:4; Colossians 3:12
- 8 Exodus 31:13; James 1:22; 1 Thessalonians 5:23; Revelation 22:14; Leviticus 21:8
- 9 Exodus 21:17; Mark 7:10; Deuteronomy 27:16; Matthew 15:4; Proverbs 20:20
- 10 John 8:4–5; Deuteronomy 22:22–24; Deuteronomy 5:18; Leviticus 18:20; Exodus 20:14
- 11 Deuteronomy 27:23; Deuteronomy 27:20; Leviticus 18:7–8; 1 Corinthians 5:1; Amos 2:7
- 12 Leviticus 18:15; Genesis 38:18; Leviticus 18:23; Deuteronomy 27:23; Genesis 38:16
- 13 1 Corinthians 6:9; Leviticus 18:22; Jude 7; 1 Timothy 1:10; Deuteronomy 23:17
- 14 Leviticus 18:17; Deuteronomy 27:23; Amos 2:7; Joshua 7:15; Joshua 7:25
- 15 Leviticus 18:23; Deuteronomy 27:21; Exodus 22:19
- 16 Exodus 19:13; Hebrews 12:20; Exodus 21:32; Exodus 21:28
- 17 Leviticus 18:9; Deuteronomy 27:22; Genesis 20:12; Ezekiel 22:11; 2 Samuel 13:12
- 18 Leviticus 18:19; Leviticus 15:24; Ezekiel 22:10; Ezekiel 18:6
- 19 Leviticus 18:6; Exodus 6:20; Leviticus 18:12–30
- 20 Leviticus 18:14; Job 18:19; Psalm 109:13; Jeremiah 22:30; Luke 1:25
- 21 Leviticus 18:16; Matthew 14:3–4
- 22 Leviticus 18:25–28; Ezekiel 36:27; Leviticus 18:4–5; Psalm 119:20; Psalm 105:45
- 23 Leviticus 18:24; Deuteronomy 9:5; Leviticus 18:30; Leviticus 18:3; Leviticus 18:27
- 24 Deuteronomy 14:2; Exodus 3:8; Exodus 6:8; Exodus 3:17; Deuteronomy 7:6
- 25 Deuteronomy 14:3–21; Leviticus 11:1–47; Ephesians 5:7–11; Acts 10:11–15; Acts 10:28
- 26 1 Peter 1:15–16; Leviticus 20:7; Leviticus 20:24; Leviticus 19:2; Deuteronomy 7:6
- 27 Leviticus 19:31; Leviticus 20:6; 1 Samuel 28:7–9; Deuteronomy 18:10–12; Exodus 22:18
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… put no obstacle to godliness in our way, if we are ever carried away by ingratitude, and, forgetting their benefits to us, hold them in contempt, then the oracle will have place which says, He that curseth father or mother, let him die the death.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)