1 Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. 2 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ διʼ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. 3 Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. 4 Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. 5 Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσί σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα τοῦ οἴκου Κυρίου, καὶ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου, κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ, ἐν πᾶσι τοῖς ἁγίοις. 6 Καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος ὁ Θεὸς, ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραὴλ, 7 τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς, ἀπεριτμήτους καρδίᾳ· καὶ ἀπεριτμήτους σαρκὶ, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ βεβηλοῦν αὐτὰ, ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, σάρκας, καὶ αἷμα· καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν, 8 καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου. 9 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς, πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ, καὶ ἀπερίτμητος σαρκὶ, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν, τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ· 10 Ἀλλʼ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήψονται ἀδικίαν αὐτῶν, 11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες, θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου, καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ, τοῦ λειτουργεῖν αὐτοῖς. 12 Ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν· καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ Θεὸς, 13 καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν. 14 Κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν. 15 Οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδοὺκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου, ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσι πρὸς μὲ, τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου, τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός. 16 Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσι τὰς φυλακάς μου. 17 Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινὰς ἐνδύσονται, καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς. 18 Καὶ κιδάρεις λινὰς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινὰ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ. 19 Καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν, ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς· καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐνδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν. 20 Καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντε καλύψουσιν τὰς κεφαλὰς αὐτῶν. 21 Καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν. 22 Καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται. 23 Καὶ τὸν λαόν μου διδάξουσιν ἀναμέσον ἁγίου καὶ βεβήλου, καὶ ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς. 24 Καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι, καὶ τὰ κρίματά μου κρινοῦσι, καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται, καὶ τὰ σάββατά μου ἁγιάσουσι. 25 Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλʼ ἢ ἐπὶ πατρὶ, καὶ ἐπὶ μητρὶ, καὶ ἐπὶ υἱῷ, καὶ ἐπὶ θυγατρὶ, καὶ ἐπὶ ἀδελφῷ, καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρὶ, μιανθήσεται. 26 Καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν, ἑπτὰ ἡμέρας ἐξαριθμήσῃ αὐτῷ. 27 Καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμὸν, λέγει Κύριος ὁ Θεός· 28 Καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν. 29 Καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας, οὗτοι φάγονται· καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται, 30 ἀπαρχαὶ πάντων, καὶ τὰ πρωτότοκα πάντων, καὶ τὰ ἀφαιρέματα πάντα· ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν, τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν. 31 Καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν, καὶ ἐκ τῶν κτηνῶν, οὐ φάγονται οἱ ἱερεῖς.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 44 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (31)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 43:1; Ezekiel 40:6; Ezekiel 42:14; Ezekiel 40:17; Ezekiel 43:4
- 2 Exodus 24:10; Ezekiel 43:2–4; Isaiah 6:1–5
- 3 Ezekiel 46:2; Ezekiel 37:25; 1 Corinthians 10:18–33; Ezekiel 34:24; Genesis 31:54
- 4 Ezekiel 1:28; Revelation 1:17; Ezekiel 3:23; Ezekiel 40:20; Ezekiel 43:3–5
- 5 Ezekiel 40:4; Ezekiel 43:10–11; Deuteronomy 12:32; Deuteronomy 32:46; 1 Chronicles 22:19
- 6 1 Peter 4:3; Ezekiel 45:9; Ezekiel 3:9; Ezekiel 3:26–27; Ezekiel 2:5–8
- 7 Jeremiah 9:26; Leviticus 22:25; Jeremiah 4:4; Ezekiel 44:9; Genesis 17:14
- 8 Numbers 18:7; Ezekiel 40:45–46; 1 Chronicles 23:32; Acts 7:53; Leviticus 22:2–33
- 9 Joel 3:17; Zechariah 14:21; Ezekiel 44:7; John 3:3–5; Mark 16:16
- 10 Ezekiel 48:11; Ezekiel 22:26; 2 Kings 23:8–9; Ezekiel 44:15; 1 Timothy 5:22
- 11 Numbers 16:9; 2 Chronicles 29:34; 2 Chronicles 30:17; Ezekiel 40:45; Numbers 18:6
- 12 Psalm 106:26; 2 Kings 16:10–16; Ezekiel 14:3–4; Ezekiel 20:23; Ezekiel 20:15
- 13 Numbers 18:3; 2 Kings 23:9; Ezekiel 32:20; Ezekiel 16:61; Ezekiel 36:7
- 14 Numbers 18:4; 1 Chronicles 23:28–32
- 15 Deuteronomy 10:8; Ezekiel 48:11; Ezekiel 40:46; Ezekiel 43:19; Ezekiel 44:7
- 16 Ezekiel 41:22; Malachi 1:7; Malachi 1:12; Numbers 18:7–8; Deuteronomy 33:8–10
- 17 Revelation 19:8; Exodus 39:27–29; Exodus 28:43; Exodus 28:39–40; Revelation 4:4
- 18 1 Corinthians 14:40; Exodus 39:28; Leviticus 16:4; Exodus 28:40–43; 1 Corinthians 11:4–10
- 19 Ezekiel 46:20; Leviticus 6:27; Leviticus 6:10–11; Exodus 30:29; Matthew 23:17–19
- 20 1 Corinthians 11:14; Numbers 6:5; Leviticus 21:5–24; Deuteronomy 14:1
- 21 Leviticus 10:9; Titus 1:7–8; 1 Timothy 3:8; 1 Timothy 5:23; Luke 1:15
- 22 Leviticus 21:7; Leviticus 21:13–14; 1 Timothy 3:11–12; Titus 1:6; Deuteronomy 24:1–4
- 23 Ezekiel 22:26; Leviticus 10:10–11; 2 Timothy 2:24–25; Hosea 4:6; Malachi 2:6–9
- 24 1 Chronicles 23:4; 2 Chronicles 19:8–10; Ezekiel 22:26; 1 Timothy 3:15; Ezra 2:63
- 25 Leviticus 22:4; Leviticus 21:1–6; Matthew 8:21–22; Luke 9:59–60; 2 Corinthians 5:16
- 26 Hebrews 9:13–14; Numbers 19:11–14; Numbers 6:10–21
- 27 Numbers 6:9–11; Leviticus 8:14–36; Hebrews 7:26–28; Ezekiel 44:17; Leviticus 4:3–35
- 28 Joshua 13:33; Numbers 18:20; Deuteronomy 18:1–2; Deuteronomy 10:9; Ezekiel 45:4
- 29 Numbers 18:14; Leviticus 27:21; Leviticus 27:28; Leviticus 6:29; Leviticus 6:14–18
- 30 Nehemiah 10:35–37; Numbers 18:12–18; Deuteronomy 18:4; Numbers 15:19–21; 2 Chronicles 31:10
- 31 Leviticus 22:8; Exodus 22:31; Deuteronomy 14:21; Romans 14:20; Ezekiel 4:14
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences