Skip to the text

Exodus · Brenton's Greek Septuagint

Exodus 34 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λαξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας. 2 Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ στήσῃ μοι ἐκεῖ ἐπʼ ἄκρου τοῦ ὄρους. 3 Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. 4 Καὶ ἐλάξευσε δύο πλάκας λιθίνας, καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινὰ, καθότι συνέταξεν αὐτῷ Κύριος· καὶ ἔλαβε Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας. 5 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. 6 Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε κύριος ὁ Θεὸς οἰκτείρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, 7 καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. 8 Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησε· 9 καὶ εἶπεν, εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ Κύριός μου μεθʼ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστι, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν, καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθά σοι. 10 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, Ἰδοὺ, ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς τοῦ λαοῦ σοῦ, ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ ἔθνει· καὶ ὄψεται πᾶς ὁ λαὸς, ἐν οἷς εἶ σὺ, τὰ ἔργα Κυρίου, ὅτι θαυμαστά ἐστιν, ἃ ἐγὼ ποιήσω σοι. 11 Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὑαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον. 12 Πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτὴν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. 13 Τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί. 14 Οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ Κύριος ὁ Θεὸς, ζηλωτὸν ὄνομα, Θεὸς ζηλωτής ἐστι. 15 Μή ποτε θῇς διαθήκην τοῖς ἔγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε, καὶ φάγῃς τῶν αὐτῶν, 16 καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν. 17 Καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ. 18 Καὶ τὴν ἑσρτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φαγῃ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου. 19 Πᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικὰ, πᾶν πρωτότοκον μόσχου, καὶ πρωτότοκον προβάτου. 20 Καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτὸ, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. 21 Ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀμητῷ κατάπαυσις. 22 Καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ· καὶ ἐορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ. 23 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ. 24 Ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου, καὶ πλατυνῶ τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ. 25 Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυμιαμάτων μου, καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωῒ θύματα ἑορτῆς τοῦ πάσχα. 26 Τὰ πρωτογεννήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου· οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. 27 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην, καὶ τῷ Ἰσραήλ. 28 Καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον Κυρίου τεσσεράκοντα ἡμέρας, καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε· καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ταῦτα τῆς διαθήκης, τοὺς δέκα λόγους. 29 Ὡς δὲ κατέβαινε Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. 30 Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωυσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ. καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. 31 Καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς· καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς. 32 Καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐνετείλατο αὐτοῖς πάντα, ὅσα ἐνετείλατο Κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινά. 33 Καὶ ἐπειδὴ κατέπαυσε λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. 34 Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς, ἔναντι Κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι· καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ ὅσα ἐνετείλατο αὐτῷ Κύριος. 35 Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωυσέως, ὅτι δεδόξασται· καὶ περιέθηκε Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aaron

    First high priest

    Moses' brother and spokesman, Israel's first high priest.

    Cited in the guide: Exodus 4–40; Leviticus 8–10

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 32:19; Exodus 31:18; Psalm 119:89; Deuteronomy 10:1–4; Exodus 34:28
  2. 2 Exodus 19:20; Exodus 19:11; Deuteronomy 9:25; Exodus 24:12; Exodus 19:24
  3. 3 Exodus 19:12–13; Exodus 19:21; 1 Timothy 2:5; Hebrews 12:20; Leviticus 16:17
  4. 5 Exodus 33:19; Numbers 11:25; Exodus 33:9; Luke 9:34–35; Numbers 11:17
  5. 6 Psalm 86:15; Joel 2:13; Psalm 103:8–13; Psalm 145:8; Nehemiah 9:17
  6. 7 Exodus 20:5–6; Psalm 103:3; Deuteronomy 5:9–10; Ephesians 1:7; 1 John 1:9
  7. 8 Exodus 4:31; 2 Chronicles 20:18; Genesis 17:3
  8. 9 Psalm 33:12; Psalm 94:14; Deuteronomy 32:9; Psalm 28:9; Jeremiah 10:16
  9. 10 Psalm 77:14; Deuteronomy 10:21; Psalm 66:5; Isaiah 64:3; Jeremiah 32:21
  10. 11 Exodus 33:2; Deuteronomy 6:25–7:1; Exodus 3:17; Deuteronomy 6:3; Exodus 3:8
  11. 12 Exodus 23:32–33; Joshua 23:12–13; Deuteronomy 7:2; Deuteronomy 7:16; Judges 2:2–3
  12. 13 2 Kings 18:4; Deuteronomy 7:5; Exodus 23:24; Deuteronomy 7:25–26; Deuteronomy 12:2–3
  13. 14 Deuteronomy 4:24; Deuteronomy 32:21; 1 Corinthians 10:22; Matthew 4:10; Nahum 1:2
  14. 15 Judges 2:17; 1 Corinthians 8:4; Numbers 25:2; Deuteronomy 31:16; Psalm 106:28
  15. 16 1 Kings 11:2–4; Ezra 9:2; Deuteronomy 7:3–4; Nehemiah 13:25; Numbers 25:1–2
  16. 17 Leviticus 19:4; Exodus 32:8; Isaiah 46:6–7; Acts 17:29; Acts 19:26
  17. 18 Leviticus 23:6; Exodus 13:4; Exodus 13:6–7; Deuteronomy 16:1–4; Exodus 12:2
  18. 19 Exodus 13:2; Exodus 22:29; Exodus 13:12; Numbers 18:15–17; Luke 2:23
  19. 20 Exodus 13:13; Exodus 23:15; Deuteronomy 16:16; Numbers 18:15; Exodus 13:15
  20. 21 Exodus 23:12; Exodus 35:2; Luke 13:14; Deuteronomy 5:12–15; Luke 23:56
  21. 22 Exodus 23:16; Deuteronomy 16:10–15; Numbers 28:16–31; John 7:2; Acts 2:1
  22. 23 Exodus 23:14; Exodus 23:17; Deuteronomy 16:16; Genesis 32:28; Psalm 84:7
  23. 24 Psalm 78:55; Exodus 33:2; Deuteronomy 12:20; 1 Chronicles 4:10; Proverbs 16:7
  24. 25 Exodus 23:18; Exodus 12:10; Exodus 12:8; Exodus 12:20; Deuteronomy 16:3
  25. 26 Exodus 23:19; Deuteronomy 14:21; Deuteronomy 26:2; Deuteronomy 26:10; 1 Corinthians 15:20
  26. 27 Exodus 24:4; Deuteronomy 31:9; Exodus 17:14; Deuteronomy 4:13; Exodus 24:7
  27. 28 Exodus 34:1; Deuteronomy 4:13; Exodus 24:18; Deuteronomy 9:25; Deuteronomy 9:18
  28. 29 Matthew 17:2; Luke 9:29; Exodus 32:15; Revelation 1:16; 2 Corinthians 3:13
  29. 30 Mark 9:3; Luke 5:8; Numbers 12:8; Mark 9:15
  30. 31 Exodus 3:15; Exodus 24:1–3; Genesis 45:15; Genesis 45:3
  31. 32 Numbers 15:40; 1 Corinthians 15:3; Exodus 24:3; Matthew 28:20; 1 Kings 22:14
  32. 33 2 Corinthians 4:4–6; 2 Corinthians 3:13–18; Romans 10:4
  33. 34 2 Corinthians 3:16; Hebrews 4:16; Hebrews 10:19–22
  34. 35 Exodus 34:29–30; Matthew 13:43; John 5:35; Daniel 12:3; Ecclesiastes 8:1

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 34:6 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVIII)

    … upon them a day of fire; but to those who had the fear of God he said, "The Lord God is merciful and gracious, and long-suffering, and of great commiseration, and true, and keeps justice and mercy for thousands, forgiving unrighteousness, and transgressions, and sins."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 34:5–7 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    And the Lord passed by before him, and proclaimed, The Lord, the Lord God, merciful and gracious, long-suffering, and abundant in goodness and truth, both keeping righteousness and shewing mercy unto thousands, taking away iniquities, and transgressions, and sins.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Quotes verse 34:8 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    Then in what follows, Moses bowed his head and worshipped before the Lord who proclaimed the Father, and said: Go Thou then, O Lord, in the midst of us.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)