1 Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγὺς 2 ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης· ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρὸς, ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. 3 Τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔσται αὐτῷ. 4 Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται. 5 Ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. 6 Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοὶ, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας. 7 Ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὐτῶν, 8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσι. 9 Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. 10 Πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανός· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. 11 Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; 12 Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ, 13 καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν; 15 Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν. κηρύξατε θεραπείαν, 16 συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. 17 Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου, κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι, φεῖσαι Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; 18 Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. 19 Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῷ αὐτοῦ, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι. 20 Καὶ τὸν ἀπὸ Βοῤῥᾶ ἐκδιώξω ἀφʼ ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ. 21 Θάρσει γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. 22 Θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. 23 Καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, 24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. 25 Καὶ ἀνταποδώσε ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς. 26 Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθʼ ὑμῶν εἰς θαυμάσια· καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα. 27 Καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἕστιν ἔτι πλὴν ἐμοῦ· καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.
Joel · Brenton's Greek Septuagint
Joel 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Joel 2:15; Joel 1:15; 1 Peter 4:7; Malachi 4:1; Zephaniah 1:14
- 2 Joel 1:6; Zephaniah 1:14–15; Joel 2:10–11; Amos 5:18–20; Joel 2:5
- 3 Isaiah 51:3; Genesis 2:8; Joel 1:19–20; Zechariah 7:14; Amos 7:4
- 4 Revelation 9:7
- 5 Isaiah 5:24; Revelation 9:9; Isaiah 30:30; Matthew 3:12; Nahum 2:3–4
- 6 Nahum 2:10; Isaiah 13:8; Jeremiah 30:6; Lamentations 4:8; Psalm 119:83
- 7 Proverbs 30:27; Jeremiah 5:10; 2 Samuel 2:18–19; Isaiah 5:26–29; 2 Samuel 1:23
- 8 2 Chronicles 23:10; Job 33:18; Nehemiah 4:23; 2 Chronicles 32:5; Nehemiah 4:17
- 9 Jeremiah 9:21; John 10:1; Exodus 10:6
- 10 Matthew 24:29; Isaiah 13:10; Joel 3:15–16; Psalm 18:7; Acts 2:20
- 11 Malachi 3:2; Nahum 1:6; Revelation 18:8; Joel 3:16; Jeremiah 30:7
- 12 James 4:8–9; Isaiah 55:6–7; 2 Chronicles 7:13–14; Hosea 12:6; Jeremiah 29:12–13
- 13 Psalm 86:15; Psalm 34:18; Isaiah 57:15; Exodus 34:6–7; Matthew 5:3–4
- 14 Jonah 3:9; Haggai 2:19; 2 Samuel 12:22; 2 Kings 19:4; Amos 5:15
- 15 Joel 1:14; Joel 2:1; Numbers 10:3; 1 Kings 21:12; 1 Kings 21:9
- 16 2 Chronicles 20:13; 2 Chronicles 29:5; 1 Corinthians 7:5; 1 Samuel 16:5; Exodus 19:22
- 17 Psalm 115:2; Psalm 79:10; Ezekiel 8:16; Hosea 14:2; Exodus 34:9
- 18 Zechariah 8:2; Psalm 103:13; Zechariah 1:14; James 5:11; Lamentations 3:22
- 19 Ezekiel 34:29; Ezekiel 36:15; Jeremiah 31:12; Isaiah 62:8–9; Joel 2:24
- 20 Zechariah 14:8; Amos 4:10; Isaiah 34:3; Deuteronomy 11:24; Ezekiel 47:18
- 21 Zephaniah 3:16–17; Isaiah 54:4; Psalm 126:1–3; Isaiah 41:10; 1 Samuel 12:16
- 22 Zechariah 8:12; Psalm 65:12; Isaiah 51:3; Psalm 67:6; Amos 9:14–15
- 23 James 5:7–8; Philippians 4:4; Leviticus 26:4; Hosea 6:3; Deuteronomy 11:14
- 24 Malachi 3:10; Amos 9:13; Joel 3:18; Joel 3:13; Leviticus 26:10
- 25 Zechariah 10:6; Joel 1:4–7; Joel 2:2–11
- 26 Romans 10:11; Psalm 22:26; Romans 5:5; Deuteronomy 12:7; Isaiah 49:23
- 27 Ezekiel 37:26–28; Leviticus 26:11–12; Zephaniah 3:17; Ezekiel 39:28; Isaiah 45:5
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… for it was the third hour of the day; but that this was what had been spoken by the prophet: "It shall come to pass in the last days, saith God, I will pour out of my Spirit upon all flesh, and they shall prophesy." The God, therefore, who did promise by the prophet, that He would send His Spirit …
… pour out my Spirit upon all flesh; and your sons and your daughters shall prophesy, and your old men shall dream, and your young men shall see visions: and even on my servants and mine handmaids in those days will I pour out my Spirit." Chapter 31 — Of the Predictions Concerning the Salvation of the World in Christ, in… …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Do thou also then groan, even as that holy one, I forbid it not. "Rend," as the prophet commanded, "thine heart, and not thy garments." Out of deeps call upon God, for it is said, "Out of the depths have I cried to Thee, O Lord." From beneath, out of the heart, draw forth a voice, make thy prayer a …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
The sun shall be turned into darkness, and the moon into blood.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
"The day of the Lord," Scripture says, "is great and very terrible," and elsewhere "Woe unto you that desire the day of the Lord: to what end is it for you?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)