Skip to the text

Exodus · Brenton's Greek Septuagint

Exodus 18 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἤκουσε δὲ Ἰοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος Ἰσραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου. 2 Ἔλαβε δὲ Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς, 3 καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσάμ, λέγων, πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ· 4 καὶ τὸ ὄνομα τοῦ δευτέρου Ἐλίεζερ, λέγων, ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ. 5 Καὶ ἐξῆλθεν Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπʼ ὄρους τοῦ Θεοῦ. 6 Ἀνηγγέλη δὲ Μωυσῇ, λέγοντες, ἰδοὺ ὁ γαμβρός σου Ἰοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετʼ αὐτοῦ. 7 Ἐξῆλθε δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ, καὶ προσεκύνησεν αὐτῷ, καὶ ἐφίλησεν αυτὸν, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν. 8 Καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησε Κύριος τῷ Φαραῷ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ἰσραήλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ, καὶ ὅτι ἐξείλατο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ, καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. 9 Ἐξέστη δὲ Ἰοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ. 10 Καὶ εἶπεν Ἰοθὸρ, εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ. 11 Νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς. 12 Καὶ ἔλαβεν Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένετο δὲ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ, ἐναντίον τοῦ Θεοῦ. 13 Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης. 14 Καὶ ἰδὼν Ἰοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ, λέγει, τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διατί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωΐθεν ἕως δείλης; 15 Καὶ λέγει Μωυσῆς τῷ γαμβρῶ, Ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ. 16 Ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ. 17 Εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτὸν, οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο. 18 Φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. 19 Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ· γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν. 20 Καὶ διαμαρτύρῇ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. 21 Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. 22 Καὶ κρινοῦσι τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σὲ· τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοί· καὶ κουφιοῦσιν ἀπὸ σοῦ, καὶ συναντιλήψονταί σοι. 23 Ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ Θεὸς, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετʼ εἰρήνης ἥξει. 24 Ἤκουσε δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ, καὶ ἐποίησεν ὅσα εἶπεν αὐτῷ. 25 Καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. 26 Καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν· πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί. 27 Ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρὸν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aaron

    First high priest

    Moses' brother and spokesman, Israel's first high priest.

    Cited in the guide: Exodus 4–40; Leviticus 8–10

  • Eliezer

    Moses' second son

    Moses' second son, named 'God is my help' in thanks for deliverance from Pharaoh.

    Cited in the guide: Exodus 18:4; 1 Chronicles 23:15

  • Gershom

    Moses' firstborn

    Moses' firstborn son, born during his years of exile in the land of Midian.

    Cited in the guide: Exodus 2:22; Exodus 18:3

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

  • Jethro

    Priest of Midian; Moses' father-in-law

    The priest of Midian, also called Reuel, who gave his daughter Zipporah to Moses, brought her and her two sons to Moses at the mountain of God, and advised him to appoint capable…

    Cited in the guide: Exodus 2:18; Exodus 3:1; Exodus 18:1

  • Zipporah

    Wife of Moses

    The Midianite daughter of Jethro who became Moses' wife in the wilderness.

    Cited in the guide: Exodus 2:16-22; Exodus 4:24-26; Exodus 18

Cross references (24)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 77:14–15; Exodus 2:16; Exodus 3:1; Psalm 106:8–11; Psalm 78:50–53
  2. 2 Exodus 2:21; Exodus 4:25–26
  3. 3 Exodus 2:22; Acts 7:29; Exodus 4:20; Psalm 39:12; Hebrews 11:13
  4. 4 Acts 12:11; Hebrews 13:6; 2 Corinthians 1:8–10; 2 Timothy 4:17; Isaiah 50:7–9
  5. 5 Exodus 3:1; Exodus 3:12; Exodus 24:16–17; 1 Kings 19:8; Exodus 19:11
  6. 7 Genesis 29:13; 2 Samuel 11:7; Genesis 19:1; Genesis 14:17; 1 Kings 2:19
  7. 8 Psalm 107:2; Psalm 78:42–43; Nehemiah 9:9–15; Psalm 81:7; Numbers 20:14
  8. 9 Romans 12:15; 1 Corinthians 12:26; Romans 12:10; Isaiah 66:10; Isaiah 44:23
  9. 10 2 Samuel 18:28; Genesis 14:20; Luke 1:68; Revelation 19:1–6; Ephesians 1:3
  10. 11 Psalm 95:3; Exodus 15:11; 2 Chronicles 2:5; Psalm 135:5; Luke 1:51
  11. 12 Deuteronomy 12:7; Genesis 31:54; Exodus 24:11; Exodus 24:5; Job 1:5
  12. 13 Romans 12:8; Joel 3:12; Job 29:7; Isaiah 16:5; Romans 13:6
  13. 15 Numbers 15:34; Numbers 27:5; Leviticus 24:12–14; Numbers 9:6; Exodus 18:19–20
  14. 16 Exodus 24:14; Deuteronomy 5:1; Deuteronomy 4:5; 2 Samuel 15:3; 1 Corinthians 6:1
  15. 18 Numbers 11:14–17; Acts 6:1–4; 2 Corinthians 12:15; Philippians 2:30; 1 Thessalonians 2:8–9
  16. 19 Numbers 27:5; Exodus 3:12; Exodus 20:19; Genesis 39:2; Deuteronomy 5:5
  17. 20 Deuteronomy 5:1; Psalm 143:8; Deuteronomy 1:18; Deuteronomy 4:1; Deuteronomy 4:5
  18. 21 Acts 6:3; 2 Chronicles 19:5–10; Deuteronomy 1:13–17; Deuteronomy 16:18–19; 2 Samuel 23:3
  19. 22 Numbers 11:17; Leviticus 24:11; Numbers 27:2; Exodus 18:26; Deuteronomy 1:17–18
  20. 23 Exodus 18:18; 1 Samuel 8:6–7; 1 Samuel 8:22; Genesis 21:10–12; 2 Samuel 18:3
  21. 24 1 Corinthians 12:21; Proverbs 1:5; Ezra 10:2; Exodus 18:19; Exodus 18:2–5
  22. 25 Deuteronomy 1:15; Exodus 18:21; Acts 6:5
  23. 26 Exodus 18:22; Job 29:16; 1 Kings 3:16–28; Deuteronomy 17:8; Exodus 18:14–15
  24. 27 Numbers 10:29–30; Judges 19:9; Genesis 31:55; Genesis 24:59

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences