Skip to the text

1 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

1 Corinthians 15 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 γνωριζω δε υμιν, αδελφοι, το ευαγγελιον ο ευηγγελισαμην υμιν, ο και παρελαβετε, εν ω και εστηκατε,
1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
2 δι ου και σωζεσθε, τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε, εκτος ει μη εικη επιστευσατε.
2 δι᾽ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.
3 παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον, οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας,
3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
4 και οτι εταφη, και οτι εγηγερται τη τριτη ημερα κατα τας γραφας,
4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτη ἡμέρᾳ κατὰ τὰς γραφάς,
5 και οτι ωφθη κηφα, ειτα τοις δωδεκα·
5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα·
6 επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ, εξ ων οι πλειους μενουσιν εως αρτι, τινες δε και εκοιμηθησαν·
6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·
7 επειτα ωφθη ιακωβω, ειτα τοις αποστολοις πασιν·
7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
8 εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι.
8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
9 εγω γαρ ειμι ο ελαχιστος των αποστολων, ος ουκ ειμι ικανος καλεισθαι αποστολος, διοτι εδιωξα την εκκλησιαν του θεου·
9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ·
10 χαριτι δε θεου ειμι ο ειμι· και η χαρις αυτου η εις εμε ου κενη εγενηθη, αλλα περισσοτερον αυτων παντων εκοπιασα, ουκ εγω δε, αλλ η χαρις του θεου η συν εμοι.
10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.
11 ειτε ουν εγω ειτε εκεινοι, ουτως κηρυσσομεν και ουτως επιστευσατε.
11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
12 ει δε χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται, πως λεγουσιν τινες εν υμιν οτι αναστασις νεκρων ουκ εστιν;
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
13 ει δε αναστασις νεκρων ουκ εστιν, ουδε χριστος εγηγερται·
13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
14 ει δε χριστος ουκ εγηγερται, κενον αρα το κηρυγμα ημων, κενη δε και η πιστις υμων.
14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.
15 ευρισκομεθα δε και ψευδομαρτυρες του θεου, οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον, ον ουκ ηγειρεν, ειπερ αρα νεκροι ουκ εγειρονται·
15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται·
16 ει γαρ νεκροι ουκ εγειρονται, ουδε χριστος εγηγερται.
16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται.
17 ει δε χριστος ουκ εγηγερται, ματαια η πιστις υμων· ετι εστε εν ταις αμαρτιαις υμων.
17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18 αρα και οι κοιμηθεντες εν χριστω απωλοντο.
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
19 ει εν τη ζωη ταυτη ηλπικοτες εσμεν εν χριστω μονον, ελεεινοτεροι παντων ανθρωπων εσμεν.
19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20 νυνι δε χριστος εγηγερται εκ νεκρων, απαρχη των κεκοιμημενων εγενετο.
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
21 επειδη γαρ δι ανθρωπου ο θανατος, και δι ανθρωπου αναστασις νεκρων.
21 ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.
22 ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν, ουτως και εν τω χριστω παντες ζωοποιηθησονται.
22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.
23 εκαστος δε εν τω ιδιω ταγματι· απαρχη χριστος, επειτα οι χριστου εν τη παρουσια αυτου·
23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
24 ειτα το τελος, οταν παραδω την βασιλειαν τω θεω και πατρι, οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν.
24 εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
25 δει γαρ αυτον βασιλευειν αχρι ου αν θη παντας τους εχθρους υπο τους ποδας αυτου.
25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
26 εσχατος εχθρος καταργειται ο θανατος·
26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·
27 παντα γαρ υπεταξεν υπο τους ποδας αυτου. οταν δε ειπη οτι παντα υποτετακται, δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα.
27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
28 οταν δε υποταγη αυτω τα παντα, τοτε και αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα, ινα η ο θεος τα παντα εν πασιν.
28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.
29 επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων, ει ολως νεκροι ουκ εγειρονται; τι και βαπτιζονται υπερ των νεκρων;
29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
30 τι και ημεις κινδυνευομεν πασαν ωραν;
30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
31 καθ ημεραν αποθνησκω, νη την υμετεραν καυχησιν ην εχω εν χριστω ιησου τω κυριω ημων.
31 καθ᾽ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
32 ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω, τι μοι το οφελος; ει νεκροι ουκ εγειρονται, φαγωμεν και πιωμεν, αυριον γαρ αποθνησκομεν.
32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
33 μη πλανασθε· φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι.
33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
34 εκνηψατε δικαιως και μη αμαρτανετε· αγνωσιαν γαρ θεου τινες εχουσιν· προς εντροπην υμιν λεγω.
34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.
35 αλλ ερει τις· πως εγειρονται οι νεκροι; ποιω δε σωματι ερχονται;
35 Ἀλλ᾽ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
36 αφρον, συ ο σπειρεις, ου ζωοποιειται εαν μη αποθανη·
36 ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
37 και ο σπειρεις, ου το σωμα το γενησομενον σπειρεις, αλλα γυμνον κοκκον, ει τυχοι σιτου η τινος των λοιπων·
37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·
38 ο δε θεος αυτω διδωσιν σωμα καθως ηθελησεν, και εκαστω των σπερματων το ιδιον σωμα.
38 ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.
39 ου πασα σαρξ η αυτη σαρξ, αλλα αλλη μεν ανθρωπων, αλλη δε σαρξ κτηνων, αλλη δε ιχθυων, αλλη δε πετεινων.
39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν.
40 και σωματα επουρανια, και σωματα επιγεια· αλλ ετερα μεν η των επουρανιων δοξα, ετερα δε η των επιγειων.
40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
41 αλλη δοξα ηλιου, και αλλη δοξα σεληνης, και αλλη δοξα αστερων· αστηρ γαρ αστερος διαφερει εν δοξη.
41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42 ουτως και η αναστασις των νεκρων. σπειρεται εν φθορα, εγειρεται εν αφθαρσια·
42 οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
43 σπειρεται εν ατιμια, εγειρεται εν δοξη· σπειρεται εν ασθενεια, εγειρεται εν δυναμει·
43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
44 σπειρεται σωμα ψυχικον, εγειρεται σωμα πνευματικον. εστιν σωμα ψυχικον, και εστιν σωμα πνευματικον.
44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἔστι σῶμα ψυχικόν, καὶ ἔστι σῶμα πνευματικόν.
45 ουτως και γεγραπται· εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν· ο εσχατος αδαμ εις πνευμα ζωοποιουν.
45 οὕτω καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.
46 αλλ ου πρωτον το πνευματικον, αλλα το ψυχικον, επειτα το πνευματικον.
46 ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
47 ο πρωτος ανθρωπος εκ γης χοικος, ο δευτερος ανθρωπος ο κυριος εξ ουρανου.
47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.
48 οιος ο χοικος, τοιουτοι και οι χοικοι, και οιος ο επουρανιος, τοιουτοι και οι επουρανιοι·
48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
49 και καθως εφορεσαμεν την εικονα του χοικου, φορεσομεν και την εικονα του επουρανιου.
49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50 τουτο δε φημι, αδελφοι, οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται, ουδε η φθορα την αφθαρσιαν κληρονομει.
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
51 ιδου μυστηριον υμιν λεγω· παντες μεν ου κοιμηθησομεθα, παντες δε αλλαγησομεθα,
51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
52 εν ατομω, εν ριπη οφθαλμου, εν τη εσχατη σαλπιγγι· σαλπισει γαρ, και οι νεκροι εγερθησονται αφθαρτοι, και ημεις αλλαγησομεθα.
52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
53 δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν.
53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
54 οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν, τοτε γενησεται ο λογος ο γεγραμμενος· κατεποθη ο θανατος εις νικος.
54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.
55 που σου, θανατε, το κεντρον; που σου, αδη, το νικος;
55 ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;
56 το δε κεντρον του θανατου η αμαρτια, η δε δυναμις της αμαρτιας ο νομος.
56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
57 τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων ιησου χριστου.
57 τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58 ωστε, αδελφοι μου αγαπητοι, εδραιοι γινεσθε, αμετακινητοι, περισσευοντες εν τω εργω του κυριου παντοτε, ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω.
58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.
Cross references (55)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Galatians 1:6–12; 1 Peter 5:12; 2 Corinthians 1:24; 1 Corinthians 1:23–24; 1 Corinthians 15:3–11
  2. 2 Hebrews 3:6; Hebrews 2:1; Hebrews 3:14; 2 Timothy 1:9; 1 Corinthians 1:18
  3. 3 1 Peter 2:24; Galatians 1:4; Isaiah 53:1–12; 1 John 2:2; Acts 26:22–23
  4. 4 Hosea 6:2; Matthew 12:40; Psalm 16:10–11; Isaiah 53:9–12; Acts 13:29–37
  5. 5 Mark 16:14; Acts 1:2–14; John 20:19–26; 1 Corinthians 1:12; Luke 24:34–49
  6. 6 Mark 16:7; Matthew 28:10; Acts 13:36; 2 Peter 3:4; Acts 7:60
  7. 7 Luke 24:50; Acts 1:2–12; Luke 24:33; Luke 24:36; Acts 12:17
  8. 8 1 Corinthians 9:1; Acts 26:16; Acts 22:18; Acts 18:9; Acts 9:17
  9. 9 Ephesians 3:7–8; 1 Timothy 1:13–15; 2 Corinthians 12:11; Acts 8:3; Acts 26:9–11
  10. 10 Philippians 4:13; Philippians 2:13; 2 Corinthians 3:5; Ephesians 3:7–8; Ephesians 2:7–8
  11. 11 1 Corinthians 2:2; 1 Corinthians 15:3–4
  12. 12 Acts 26:8; Acts 17:32; 2 Timothy 2:18; Acts 23:8; 1 Corinthians 15:13–19
  13. 13 John 11:25–26; Romans 8:11; 1 Thessalonians 4:14; Revelation 1:18; 1 Peter 1:3
  14. 14 1 Corinthians 15:17; 1 Thessalonians 4:14; Acts 17:31; James 2:20; Matthew 15:9
  15. 15 Acts 2:24; Job 13:7–10; Acts 2:32; 1 Corinthians 15:13; Romans 3:7–8
  16. 17 Romans 4:25; 1 Peter 1:3; 1 Corinthians 15:14; 1 Peter 1:21; Romans 8:33–34
  17. 18 1 Thessalonians 4:13–14; 1 Thessalonians 4:16; Revelation 14:13; 1 Corinthians 15:6
  18. 19 1 Peter 1:21; Revelation 14:13; 2 Timothy 1:12; 1 Corinthians 4:9–13; 2 Timothy 3:12
  19. 20 1 Corinthians 15:23; Revelation 1:5; Acts 26:23; 1 Peter 1:3; Colossians 1:18
  20. 21 John 11:25; Romans 5:12–17; Romans 6:23; 1 Corinthians 15:22
  21. 22 Romans 5:12–21; 1 Corinthians 15:45–49; John 5:21–29; Genesis 2:17; Genesis 3:6
  22. 23 Galatians 3:29; Isaiah 26:19; 1 Corinthians 15:52; 1 Corinthians 15:20; 1 Thessalonians 4:15–17
  23. 24 Daniel 7:27; Daniel 7:14; Matthew 28:18; John 13:3; Isaiah 9:7
  24. 25 Psalm 110:1; Hebrews 10:12–13; Matthew 22:44; Hebrews 1:13; Psalm 2:6–10
  25. 26 2 Timothy 1:10; 1 Corinthians 15:55; Revelation 21:4; Revelation 20:14; Isaiah 25:8
  26. 27 Psalm 8:6; Hebrews 2:8; Matthew 28:18; Matthew 11:27; Ephesians 1:22
  27. 28 Colossians 3:11; 1 Corinthians 3:23; Ephesians 1:23; Philippians 3:21; John 14:28
  28. 29 Romans 6:3–4; 1 Corinthians 15:16; 1 Corinthians 15:32; Matthew 20:22
  29. 30 2 Corinthians 11:23–27; 2 Corinthians 6:9; 1 Corinthians 15:31; Galatians 5:11; Romans 8:36–39
  30. 31 2 Corinthians 4:10–11; Romans 8:36; 1 Corinthians 4:9–13; Philippians 3:3; 1 Thessalonians 3:9
  31. 32 Isaiah 22:13; Isaiah 56:12; Luke 12:19; 2 Corinthians 1:8–10; 2 Peter 2:12
  32. 33 Proverbs 13:20; Matthew 24:4; 1 Corinthians 5:6; Proverbs 9:6; Ephesians 5:6
  33. 34 1 Corinthians 6:5; Hebrews 5:11–12; Romans 13:11; Joel 1:5; Ephesians 5:14
  34. 35 Ezekiel 37:3; Philippians 3:21; 1 Corinthians 15:38–53; Romans 9:19; John 3:9
  35. 36 John 12:24; Luke 11:40; Luke 12:20; Ephesians 5:15; Romans 1:22
  36. 38 1 Corinthians 3:7; Isaiah 61:11; Psalm 104:14; Mark 4:26–29; Genesis 1:11–12
  37. 39 Genesis 1:20–26
  38. 41 Deuteronomy 4:19; Psalm 148:3–5; Isaiah 24:23; Job 31:26; Psalm 19:4–6
  39. 42 Daniel 12:3; Matthew 13:43; Philippians 3:20–21; Romans 8:21; 1 Peter 1:4
  40. 43 Colossians 3:4; Philippians 3:20–21; 1 Corinthians 6:14; Mark 12:24–25; Matthew 22:29–30
  41. 44 1 Corinthians 15:50; Luke 24:31; John 20:19; John 20:26
  42. 45 John 5:21; Genesis 2:7; Romans 8:2; Romans 8:10–11; Romans 5:12–14
  43. 46 Romans 6:6; Colossians 3:9–10; Ephesians 4:22–24
  44. 47 John 3:31; Genesis 2:7; Genesis 3:19; 2 Corinthians 5:1; 1 Corinthians 15:45
  45. 48 Genesis 5:3; Philippians 3:20–21; John 3:6; Romans 5:12–21; Job 14:4
  46. 49 Romans 8:29; 2 Corinthians 3:18; 2 Corinthians 4:10–11; Genesis 5:3; 1 John 3:2
  47. 50 John 3:3–6; Matthew 16:17; Ephesians 4:17; 2 Corinthians 5:1; Galatians 5:16
  48. 51 1 Thessalonians 4:14–17; Philippians 3:21; 1 Corinthians 15:20; Ephesians 1:9; 1 Corinthians 4:1
  49. 52 1 Thessalonians 4:16–17; Matthew 24:31; John 5:28; John 5:25; Isaiah 27:13
  50. 53 2 Corinthians 5:2–4; 1 John 3:2; Ephesians 4:24; Romans 2:7; Romans 13:12–14
  51. 54 Isaiah 25:8; Revelation 21:4; Hebrews 2:14–15; Revelation 20:14; Luke 20:36
  52. 55 Hosea 13:14; Psalm 89:48; Romans 5:14; Acts 2:27; Psalm 49:8–15
  53. 56 Romans 4:15; Galatians 3:10–13; Romans 6:23; Romans 7:5–13; John 8:24
  54. 57 2 Corinthians 2:14; Romans 8:37; 1 John 5:4–5; Proverbs 21:31; Revelation 12:11
  55. 58 Galatians 6:9; 2 Chronicles 15:7; Hebrews 6:10; Philippians 2:16; 1 Corinthians 3:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 15:1 John Chrysostom, Homilies on First Corinthians (Homily XXXVIII)

    Having finished the discourse of spiritual gifts, he passes to that which is of all most necessary, the subject of the resurrection. For in this too they were greatly unsound.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 15:8 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    … her when she lay outside of the Pleroma as a kind of abortion, they affirm Paul to have declared in his Epistle to the Corinthians [in these words], "And last of all, He appeared to me also, as to one born out of due time." Again, the coming of the Saviour with His attendants to Achamoth is declared in like …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 15:22 Augustine of Hippo, Confessions (Book V, Chapters IX–X)

    … received by the scourge of bodily sickness, and I was descending into hell burdened with all the sins that I had committed, both against Thee, myself, and others, many and grievous, over and above that bond of original sin whereby we all die in Adam. For none of these things hadst Thou forgiven me in Christ, neither had He "abolished" …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 15:33 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily II)

    … of Satan; and how thou art disposed when staying in a Church, and how when sitting in a theatre; and thou wilt see that great is the difference between this soul and that, although both be one. Therefore Paul said, "Evil communications corrupt good manners." For this cause we have need continually of those songs, which serve as charms from …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 15:55 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    The Life encountered him, that the mouth of Death might henceforth be stopped, and all we that are saved might say, O death, where is thy sting? O grave, where is thy victory?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)