Skip to the text

1 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

1 Corinthians 14 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 διωκετε την αγαπην· ζηλουτε δε τα πνευματικα, μαλλον δε ινα προφητευητε.
1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2 ο γαρ λαλων γλωσση ουκ ανθρωποις λαλει, αλλα τω θεω· ουδεις γαρ ακουει, πνευματι δε λαλει μυστηρια·
2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν.
3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4 ο λαλων γλωσση εαυτον οικοδομει, ο δε προφητευων εκκλησιαν οικοδομει.
4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5 θελω δε παντας υμας λαλειν γλωσσαις, μαλλον δε ινα προφητευητε· μειζων γαρ ο προφητευων η ο λαλων γλωσσαις, εκτος ει μη διερμηνευει, ινα η εκκλησια οικοδομην λαβη.
5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 νυνι δε, αδελφοι, εαν ελθω προς υμας γλωσσαις λαλων, τι υμας ωφελησω, εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη;
6 νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
7 ομως τα αψυχα φωνην διδοντα, ειτε αυλος ειτε κιθαρα, εαν διαστολην τοις φθογγοις μη διδω, πως γνωσθησεται το αυλουμενον η το κιθαριζομενον;
7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8 και γαρ εαν αδηλον φωνην σαλπιγξ δω, τις παρασκευασεται εις πολεμον;
8 καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9 ουτως και υμεις δια της γλωσσης εαν μη ευσημον λογον δωτε, πως γνωσθησεται το λαλουμενον; εσεσθε γαρ εις αερα λαλουντες.
9 οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10 τοσαυτα ει τυχοι γενη φωνων εστιν εν κοσμω, και ουδεν αυτων αφωνον·
10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον·
11 εαν ουν μη ειδω την δυναμιν της φωνης, εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εν εμοι βαρβαρος.
11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 ουτως και υμεις επει ζηλωται εστε πνευματων, προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε.
12 οὕτω καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 διοπερ ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη.
13 Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14 εαν γαρ προσευχωμαι γλωσση, το πνευμα μου προσευχεται, ο δε νους μου ακαρπος εστιν.
14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι.
15 τι ουν εστιν; προσευξομαι τω πνευματι, προσευξομαι δε και τω νοι· ψαλω τω πνευματι, ψαλω δε και τω νοι.
15 τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
16 επει εαν ευλογησης τω πνευματι, ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το αμην επι τη ση ευχαριστια; επειδη τι λεγεις ουκ οιδεν·
16 ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδε·
17 συ μεν γαρ καλως ευχαριστεις, αλλ ο ετερος ουκ οικοδομειται.
17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18 ευχαριστω τω θεω μου παντων υμων μαλλον γλωσσαις λαλων·
18 εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν·
19 αλλ εν εκκλησια θελω πεντε λογους δια του νοος μου λαλησαι, ινα και αλλους κατηχησω, η μυριους λογους εν γλωσση.
19 ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 αδελφοι, μη παιδια γινεσθε ταις φρεσιν, αλλα τη κακια νηπιαζετε, ταις δε φρεσιν τελειοι γινεσθε.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
21 εν τω νομω γεγραπται οτι εν ετερογλωσσοις και εν χειλεσιν ετεροις λαλησω τω λαω τουτω, και ουδ ουτως εισακουσονται μου, λεγει κυριος.
21 ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου λέγει Κύριος.
22 ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν, αλλα τοις απιστοις, η δε προφητεια ου τοις απιστοις, αλλα τοις πιστευουσιν.
22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
23 εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντες γλωσσαις λαλωσιν, εισελθωσιν δε ιδιωται η απιστοι, ουκ ερουσιν οτι μαινεσθε;
23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24 εαν δε παντες προφητευωσιν, εισελθη δε τις απιστος η ιδιωτης, ελεγχεται υπο παντων, ανακρινεται υπο παντων,
24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25 και ουτως τα κρυπτα της καρδιας αυτου φανερα γινεται· και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω, απαγγελλων οτι ο θεος οντως εν υμιν εστιν.
25 καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
26 τι ουν εστιν, αδελφοι; οταν συνερχησθε, εκαστος υμων ψαλμον εχει, διδαχην εχει, γλωσσαν εχει, αποκαλυψιν εχει, ερμηνειαν εχει· παντα προς οικοδομην γινεσθω.
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27 ειτε γλωσση τις λαλει, κατα δυο η το πλειστον τρεις, και ανα μερος, και εις διερμηνευετω·
27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28 εαν δε μη η διερμηνευτης, σιγατω εν εκκλησια, εαυτω δε λαλειτω και τω θεω.
28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.
29 προφηται δε δυο η τρεις λαλειτωσαν, και οι αλλοι διακρινετωσαν·
29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
30 εαν δε αλλω αποκακαλυφθη καθημενω, ο πρωτος σιγατω.
30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31 δυνασθε γαρ καθ ενα παντες προφητευειν, ινα παντες μανθανωσιν και παντες παρακαλωνται·
31 δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται·
32 και πνευματα προφητων προφηταις υποτασσεται·
32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
33 ου γαρ εστιν ακαταστασιας ο θεος, αλλα ειρηνης. ως εν πασαις ταις εκκλησιαις των αγιων,
33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλὰ εἰρήνης.
34 αι γυναικες υμων εν ταις εκκλησιαις σιγατωσαν· ου γαρ επιτετραπται αυταις λαλειν, αλλ υποτασσεσθαι, καθως και ο νομος λεγει.
34 Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.
35 ει δε τι μαθειν θελουσιν, εν οικω τους ιδιους ανδρας επερωτατωσαν· αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλειν.
35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.
36 η αφ υμων ο λογος του θεου εξηλθεν, η εις υμας μονους κατηντησεν;
36 ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 ει τις δοκει προφητης ειναι η πνευματικος, επιγινωσκετω α γραφω υμιν, οτι του κυριου εισιν εντολαι·
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί·
38 ει δε τις αγνοει, αγνοειτω.
38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
39 ωστε, αδελφοι, ζηλουτε το προφητευειν, και το λαλειν γλωσσαις μη κωλυετε·
39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·
40 παντα ευσχημονως και κατα ταξιν γινεσθω.
40 πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Cross references (38)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Timothy 4:14; 1 Corinthians 14:39; 1 Corinthians 16:14; 1 Thessalonians 5:20; 1 Corinthians 12:1
  2. 2 Mark 16:17; Acts 19:6; Acts 10:46; Acts 2:4–11; 1 Corinthians 13:2
  3. 3 1 Timothy 4:13; 1 Corinthians 14:12; Jude 20; 2 Timothy 4:2; Ephesians 6:22
  4. 4 1 Corinthians 14:22; 1 Corinthians 14:26; Mark 16:17; 1 Corinthians 14:17–19; 1 Corinthians 14:3
  5. 5 1 Corinthians 12:10; 1 Corinthians 12:28–30; 1 Corinthians 13:1; Numbers 11:28–29; Mark 16:17
  6. 6 Ephesians 1:17; 2 Timothy 3:16; Romans 6:17; 1 Corinthians 14:1; 2 John 9
  7. 7 1 Corinthians 13:1; 1 Corinthians 14:8; Numbers 10:2–10; Matthew 11:17; Luke 7:32
  8. 8 Numbers 10:9; Ezekiel 33:3–6; Jeremiah 4:19; Joel 2:1; Amos 3:6
  9. 9 1 Corinthians 9:26
  10. 11 Acts 28:2; Romans 1:14; Acts 28:4; 1 Corinthians 14:21; Colossians 3:11
  11. 12 1 Corinthians 14:26; 1 Corinthians 12:31; 1 Corinthians 14:3–4; 1 Corinthians 14:1; 1 Corinthians 12:7
  12. 13 Mark 11:24; John 14:13–14; 1 Corinthians 12:30; Acts 1:14; 1 Corinthians 14:27–28
  13. 14 1 Corinthians 14:2; 1 Corinthians 14:15–16; 1 Corinthians 14:19
  14. 15 Colossians 3:16; Ephesians 6:18; John 4:23–24; Ephesians 5:17–20; Jude 20
  15. 16 1 Chronicles 16:36; Psalm 106:48; Revelation 5:14; Deuteronomy 27:15–26; Nehemiah 8:6
  16. 17 1 Corinthians 14:4; 1 Corinthians 14:6
  17. 18 1 Corinthians 1:4–6; 1 Corinthians 4:7
  18. 19 1 Corinthians 14:21–22; 1 Corinthians 14:4
  19. 20 1 Peter 2:2; 1 Corinthians 13:11; Romans 16:19; Matthew 18:3; 2 Peter 3:18
  20. 21 Isaiah 28:11–12; Jeremiah 5:15; Deuteronomy 28:49
  21. 22 Acts 2:6–12; Mark 16:17; 1 Timothy 1:9; 1 Corinthians 14:1; Acts 2:32–36
  22. 23 Acts 2:13; 1 Corinthians 11:18; John 10:20; Acts 26:24; Hosea 9:7
  23. 24 Hebrews 4:12–13; Acts 2:37; 1 Corinthians 2:15; John 4:29; John 1:47–49
  24. 25 Isaiah 45:14; Zechariah 8:23; Psalm 72:11; Luke 17:16; Revelation 5:8
  25. 26 Ephesians 5:19; Romans 14:19; 1 Corinthians 12:7–10; 1 Thessalonians 5:11; Ephesians 4:16
  26. 27 1 Corinthians 14:26
  27. 29 1 Corinthians 12:10; 1 Thessalonians 5:19–21; 1 John 4:1–3; 1 Corinthians 14:39
  28. 30 1 Thessalonians 5:19–20; Job 33:31–33; Job 32:11; 1 Corinthians 14:26; Job 32:15–20
  29. 31 1 Corinthians 14:3; 1 Thessalonians 5:14; 1 Thessalonians 5:11; Proverbs 1:5; 1 Corinthians 14:35
  30. 32 1 John 4:1; Acts 4:19–20; 1 Corinthians 14:29–30; 2 Kings 2:5; 1 Samuel 10:10–13
  31. 33 James 3:17–18; 1 Corinthians 14:40; 2 Thessalonians 3:16; Galatians 5:22; 1 Corinthians 11:16
  32. 34 1 Timothy 2:11–12; Genesis 3:16; Numbers 30:3–13; Colossians 3:18; 1 Corinthians 14:35
  33. 35 1 Peter 3:7; Ephesians 5:12; Ephesians 5:25–27; 1 Corinthians 11:14; 1 Corinthians 11:6
  34. 36 Zechariah 14:8; Acts 18:1–17; 1 Thessalonians 1:8; Isaiah 2:3; Acts 17:1
  35. 37 1 John 4:6; 2 Corinthians 10:7; 2 Peter 3:2; Jude 17; 1 Thessalonians 4:1–8
  36. 38 2 Timothy 4:3–4; 1 Timothy 6:3–5; Matthew 7:6; Revelation 22:11–12; Hosea 4:17
  37. 39 1 Corinthians 12:31; 1 Corinthians 14:1; 1 Thessalonians 5:20; 1 Corinthians 14:24–25; 1 Corinthians 14:5
  38. 40 Colossians 2:5; Titus 1:5; 1 Corinthians 14:26–33; 1 Corinthians 11:34; Romans 13:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 14:1 John Chrysostom, Homilies on First Corinthians (Homily XXXV)

    Thus, inasmuch as he had with exactness rehearsed unto them all the excellence of love, he exhorts them in what follows, with alacrity to lay hold of it.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 14:20 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapters XXV–XXVI)

    Is it not those who love God, and who believe His promises, and who "in malice have become as little children?"

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 14:20 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    … is from heaven;" and calleth upon this lower deep, saying, "Be not conformed to this world, but be ye transformed by the renewing of your mind." And, "Be not children in understanding, howbeit in malice be ye children," that in "understanding ye may be perfect;" and "O foolish Galatians, who hath bewitched you?" But now not in his own voice, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 14:22 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XII)

    For signs are "not for them that believe, but for them that believe not." But why in the fashion of a dove?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 14:29 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    For the clouds which are the Prophets were removed from them, and are for the future in the Church; as Paul says, Let the Prophets speak two or three, and let the others judge; and again, God gave in the Church, some, Apostles, and some, Prophets.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)