Skip to the text

James · Patriarchal Text (Antoniades 1904/1912)

James 1 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ιακωβος, θεου και κυριου ιησου χριστου δουλος, ταις δωδεκα φυλαις ταις εν τη διασπορα χαιρειν.
1 Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
2 πασαν χαραν ηγησασθε, αδελφοι μου, οταν πειρασμοις περιπεσητε ποικιλοις,
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
3 γινωσκοντες οτι το δοκιμιον υμων της πιστεως κατεργαζεται υπομονην·
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
4 η δε υπομονη εργον τελειον εχετω, ινα ητε τελειοι και ολοκληροι, εν μηδενι λειπομενοι.
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
5 ει δε τις υμων λειπεται σοφιας, αιτειτω παρα του διδοντος θεου πασιν απλως και ουκ ονειδιζοντος, και δοθησεται αυτω·
5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
6 αιτειτω δε εν πιστει, μηδεν διακρινομενος· ο γαρ διακρινομενος εοικεν κλυδωνι θαλασσης ανεμιζομενω και ριπιζομενω.
6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
7 μη γαρ οιεσθω ο ανθρωπος εκεινος οτι ληψεται τι παρα του κυριου.
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου.
8 ανηρ διψυχος ακαταστατος εν πασαις ταις οδοις αυτου.
8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9 καυχασθω δε ο αδελφος ο ταπεινος εν τω υψει αυτου,
9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
10 ο δε πλουσιος εν τη ταπεινωσει αυτου, οτι ως ανθος χορτου παρελευσεται.
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
11 ανετειλεν γαρ ο ηλιος συν τω καυσωνι και εξηρανεν τον χορτον, και το ανθος αυτου εξεπεσεν, και η ευπρεπεια του προσωπου αυτου απωλετο. ουτως και ο πλουσιος εν ταις πορειαις αυτου μαρανθησεται.
11 ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
12 μακαριος ανηρ ος υπομενει πειρασμον· οτι δοκιμος γενομενος ληψεται τον στεφανον της ζωης, ον επηγγειλατο ο κυριος τοις αγαπωσιν αυτον.
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
13 μηδεις πειραζομενος λεγετω οτι απο θεου πειραζομαι· ο γαρ θεος απειραστος εστιν κακων, πειραζει δε αυτος ουδενα.
13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
14 εκαστος δε πειραζεται υπο της ιδιας επιθυμιας εξελκομενος και δελεαζομενος·
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
15 ειτα η επιθυμια συλλαβουσα τικτει αμαρτιαν, η δε αμαρτια αποτελεσθεισα αποκυει θανατον.
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
16 μη πλανασθε, αδελφοι μου αγαπητοι·
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·
17 πασα δοσις αγαθη και παν δωρημα τελειον ανωθεν εστιν καταβαινον απο του πατρος των φωτων, παρ ω ουκ ενι παραλλαγη η τροπης αποσκιασμα.
17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
18 βουληθεις απεκυησεν ημας λογω αληθειας εις το ειναι ημας απαρχην τινα των αυτου κτισματων.
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
19 ωστε, αδελφοι μου αγαπητοι, εστω πας ανθρωπος ταχυς εις το ακουσαι, βραδυς εις το λαλησαι, βραδυς εις οργην·
19 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
20 οργη γαρ ανδρος δικαιοσυνην θεου ου κατεργαζεται.
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται.
21 διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιας εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τας ψυχας υμων.
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
22 γινεσθε δε ποιηται λογου και μη μονον ακροαται, παραλογιζομενοι εαυτους.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς.
23 οτι ει τις ακροατης λογου εστιν και ου ποιητης, ουτος εοικεν ανδρι κατανοουντι το προσωπον της γενεσεως αυτου εν εσοπτρω·
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
24 κατενοησεν γαρ εαυτον και απεληλυθεν, και ευθεως επελαθετο οποιος ην.
24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
25 ο δε παρακυψας εις νομον τελειον τον της ελευθεριας και παραμεινας, ουτος ουκ ακροατης επιλησμονης γενομενος, αλλα ποιητης εργου, ουτος μακαριος εν τη ποιησει αυτου εσται.
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 ει τις δοκει θρησκος ειναι εν υμιν μη χαλιναγωγων γλωσσαν αυτου, αλλ απατων καρδιαν αυτου, τουτου ματαιος η θρησκεια.
26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ, ἀλλ᾽ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
27 θρησκεια καθαρα και αμιαντος παρα [τω] θεω και πατρι αυτη εστιν, επισκεπτεσθαι ορφανους και χηρας εν τη θλιψει αυτων, ασπιλον εαυτον τηρειν απο του κοσμου.
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ [τῷ] Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • James

    Jerusalem church leader

    The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…

    Cited in the guide: Matthew 13:55; Acts 15; James 1:1

Cross references (27)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezekiel 12:15; 1 Peter 1:1; John 7:35; Acts 8:1; Acts 26:7
  2. 2 1 Peter 1:6–8; James 1:12; 2 Corinthians 12:9–10; Matthew 5:10–12; Luke 6:22–23
  3. 3 Romans 5:3–4; Hebrews 10:36; Colossians 1:11; 2 Corinthians 4:17; Romans 8:28
  4. 4 1 Peter 5:10; Luke 21:19; Matthew 5:48; 2 Timothy 3:17; Galatians 6:9
  5. 5 Proverbs 2:3–6; John 15:7; Jeremiah 29:12–13; Proverbs 3:5–7; 1 John 5:14–15
  6. 6 Matthew 21:21–22; Hebrews 11:6; Mark 11:22–24; Ephesians 4:14; Hebrews 10:23
  7. 7 James 4:3; Proverbs 15:8; Isaiah 1:15; Isaiah 58:3–4; Proverbs 21:27
  8. 8 1 Kings 18:21; Matthew 6:24; James 4:8; Isaiah 29:13; 2 Peter 2:14
  9. 9 Jeremiah 9:23–24; Proverbs 19:1; James 2:5–6; 2 Corinthians 6:10; Psalm 62:9
  10. 10 1 Peter 1:24; 1 John 2:17; Job 14:2; 1 Timothy 6:17; Matthew 5:3
  11. 11 Isaiah 40:7–8; Psalm 37:35–36; Luke 16:19–25; Mark 4:6; Psalm 49:6–14
  12. 12 1 Peter 5:10; 1 Peter 1:6–8; Revelation 2:10; James 5:11; Romans 8:28
  13. 13 James 1:12; Habakkuk 2:12–13; Romans 9:19–20; James 1:2; Genesis 3:12
  14. 14 Mark 7:21–22; Ephesians 4:22; Matthew 15:18; Hebrews 3:13; Proverbs 4:23
  15. 15 Psalm 7:14; Job 15:35; Romans 5:12–21; Genesis 2:17; Isaiah 59:4
  16. 16 James 1:19; Galatians 6:7; Colossians 2:8; Hebrews 13:1; Colossians 2:4
  17. 17 John 3:27; Matthew 7:11; Hebrews 13:8; John 8:12; Numbers 23:19
  18. 18 Romans 8:29–31; 1 Peter 1:23; John 3:3–5; John 1:13; 1 Peter 1:3
  19. 19 Proverbs 17:27; Proverbs 21:23; Proverbs 14:29; Proverbs 10:19; Proverbs 18:13
  20. 20 2 Timothy 2:24–25; Ephesians 4:26; James 3:17–18; Numbers 20:11–12
  21. 21 Ephesians 4:22; Ephesians 1:13; 1 Peter 2:11; John 6:63; Psalm 25:9
  22. 22 Romans 2:13; Luke 6:46–48; John 13:17; James 4:17; 1 John 2:3
  23. 23 Matthew 7:26–27; James 2:14–26; Ezekiel 33:31–32; Luke 6:47; Jeremiah 44:16
  24. 24 2 Peter 3:11; Luke 1:66; Luke 7:39; 1 Thessalonians 1:5; Matthew 8:27
  25. 25 Luke 11:28; John 13:17; 2 Corinthians 3:17–18; 1 Peter 2:16; Luke 6:47–49
  26. 26 Psalm 141:3; Ephesians 4:29; 1 Peter 3:10; Ephesians 5:4; Proverbs 19:1
  27. 27 Isaiah 1:16–17; 1 John 3:17–19; Galatians 6:9–10; Romans 12:2; Matthew 25:34–46

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 1:17 Augustine of Hippo, Confessions (Book III, Chapters V–VII)

    But I hungered and thirsted not even after those first works of Thine, but after Thee Thyself, the Truth, "with whom is no variableness, neither shadow of turning;" yet they still served up to me in those dishes glowing phantasies, than which better were it to love this very sun (which, at least, is true to our sight), than those …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  2. Quotes verse 1:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    … not by passion, or union, not in ignorance, not by effluence, not by diminution, not by alteration, for every good gift and every perfect gift is from above, coming down from the Father of lights, with whom can be no variation, neither shadow of turning.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Quotes verse 1:17 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XV–XVI)

    How, therefore, are demons driven off by them, diseases dispelled, sick persons made well, the blind restored to sight, lepers purified, temptations and troubles overcome, and how does every good gift from the Father of lights come down through them to those who pray with sure faith?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Quotes verse 1:17 Augustine of Hippo, Confessions (Book IV, Chapters XIII–XV)

    … light my candle; the Lord my God will enlighten my darkness; and "of His fulness have all we received," for "that was the true Light which lighted every man that cometh into the world;" for in Thee there is "no variableness, neither shadow of turning."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 1:5 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    For if any of you lack wisdom, let him ask of God who giveth, and he shall receive.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)