PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ταυτα ειπων ο ιησους εξηλθεν συν τοις μαθηταις αυτου περαν του χειμαρρου των κεδρων, οπου ην κηπος, εις ον εισηλθεν αυτος και οι μαθηται αυτου. 1 When Jesus had spoken these words, he went out with his disciples over the brook Kidron, where there was a garden, into which he and his disciples entered.
1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 ηδει δε και ιουδας ο παραδιδους αυτον τον τοπον, οτι πολλακις συνηχθη και ο ιησους εκει μετα των μαθητων αυτου. 2 Now Judas, who betrayed him, also knew the place, for Jesus often met there with his disciples.
2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 ο ουν ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων. 3 Judas then, having taken a detachment of soldiers and officers from the chief priests and the Pharisees, came there with lanterns, torches, and weapons.
3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον, εξελθων ειπεν αυτοις· τινα ζητειτε; 4 Jesus therefore, knowing all the things that were happening to him, went out and said to them, “Who are you looking for?”
4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε;
5 απεκριθησαν αυτω· ιησουν τον ναζωραιον. λεγει αυτοις ο ιησους· εγω ειμι. ειστηκει δε και ιουδας ο παραδιδους αυτον μετ αυτων. 5 They answered him, “Jesus of Nazareth.” Jesus said to them, “I am he.” Judas also, who betrayed him, was standing with them.
5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
6 ως ουν ειπεν αυτοις οτι εγω ειμι, απηλθον εις τα οπισω και επεσον χαμαι. 6 When therefore he said to them, “I am he,” they went backward and fell to the ground.
6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
7 παλιν ουν αυτους επηρωτησεν· τινα ζητειτε; οι δε ειπον· ιησουν τον ναζωραιον. 7 Again therefore he asked them, “Who are you looking for?” They said, “Jesus of Nazareth.”
7 πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.
8 απεκριθη ιησους· ειπον υμιν οτι εγω ειμι. ει ουν εμε ζητειτε, αφετε τουτους υπαγειν· 8 Jesus answered, “I told you that I am he. If therefore you seek me, let these go their way,”
8 ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 ινα πληρωθη ο λογος ον ειπεν, οτι ους δεδωκας μοι, ουκ απωλεσα εξ αυτων ουδενα. 9 that the word might be fulfilled which he spoke, “Of those whom you have given me, I have lost none.”
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 σιμων ουν πετρος εχων μαχαιραν ειλκυσεν αυτην, και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωτιον το δεξιον· ην δε ονομα τω δουλω μαλχος. 10 Simon Peter therefore, having a sword, drew it, struck the high priest’s servant, and cut off his right ear. The servant’s name was Malchus.
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 ειπεν ουν ο ιησους τω πετρω· βαλε την μαχαιραν εις την θηκην· το ποτηριον ο δεδωκεν μοι ο πατηρ, ου μη πιω αυτο; 11 Jesus therefore said to Peter, “Put the sword into its sheath. The cup which the Father has given me, shall I not surely drink it?”
11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
12 η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον, 12 So the detachment, the commanding officer, and the officers of the Jews seized Jesus and bound him,
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
13 και απηγαγον αυτον προς ανναν πρωτον· ην γαρ πενθερος του καιαφα, ος ην αρχιερευς του ενιαυτου εκεινου. 13 and led him to Annas first, for he was father-in-law to Caiaphas, who was high priest that year.
13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 ην δε καιαφας ο συμβουλευσας τοις ιουδαιοις οτι συμφερει ενα ανθρωπον απολεσθαι υπερ του λαου. 14 Now it was Caiaphas who advised the Jews that it was expedient that one man should perish for the people.
14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
15 ηκολουθει δε τω ιησου σιμων πετρος και ο αλλος μαθητης. ο δε μαθητης εκεινος ην γνωστος τω αρχιερει, και συνεισηλθεν τω ιησου εις την αυλην του αρχιερεως· 15 Simon Peter followed Jesus, as did another disciple. Now that disciple was known to the high priest, and entered in with Jesus into the court of the high priest;
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
16 ο δε πετρος ειστηκει προς τη θυρα εξω. εξηλθεν ουν ο μαθητης ο αλλος, ος ην γνωστος τω αρχιερει, και ειπεν τη θυρωρω, και εισηγαγεν τον πετρον. 16 but Peter was standing at the door outside. So the other disciple, who was known to the high priest, went out and spoke to her who kept the door, and brought in Peter.
16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.
17 λεγει ουν η παιδισκη η θυρωρος τω πετρω· μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου; λεγει εκεινος· ουκ ειμι. 17 Then the maid who kept the door said to Peter, “Are you also one of this man’s disciples?” He said, “I am not.”
17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτες, οτι ψυχος ην, και εθερμαινοντο· ην δε μετ αυτων ο πετρος εστως και θερμαινομενος. 18 Now the servants and the officers were standing there, having made a fire of coals, for it was cold. They were warming themselves. Peter was with them, standing and warming himself.
18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
19 ο ουν αρχιερευς ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι της διδαχης αυτου. 19 The high priest therefore asked Jesus about his disciples and about his teaching.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 απεκριθη αυτω ο ιησους· εγω παρρησια ελαλησα τω κοσμω· εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω, οπου παντοτε οι ιουδαιοι συνερχονται, και εν κρυπτω ελαλησα ουδεν. 20 Jesus answered him, “I spoke openly to the world. I always taught in synagogues and in the temple, where the Jews always meet. I said nothing in secret.
20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 τι με επερωτας; επερωτησον τους ακηκοοτας τι ελαλησα αυτοις· ιδε ουτοι οιδασιν α ειπον εγω. 21 Why do you ask me? Ask those who have heard me what I said to them. Behold, they know the things which I said.”
21 τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 ταυτα δε αυτου ειποντος εις των υπηρετων παρεστηκως εδωκεν ραπισμα τω ιησου ειπων· ουτως αποκρινη τω αρχιερει; 22 When he had said this, one of the officers standing by slapped Jesus with his hand, saying, “Do you answer the high priest like that?”
22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 απεκριθη αυτω ο ιησους· ει κακως ελαλησα, μαρτυρησον περι του κακου· ει δε καλως, τι με δερεις; 23 Jesus answered him, “If I have spoken evil, testify of the evil; but if well, why do you beat me?”
23 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24 απεστειλεν αυτον ο αννας δεδεμενον προς καιαφαν τον αρχιερεα. 24 Annas sent him bound to Caiaphas, the high priest.
24 ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 ην δε σιμων πετρος εστως και θερμαινομενος. ειπον ουν αυτω· μη και συ εκ των μαθητων αυτου ει; ηρνησατο ουν εκεινος και ειπεν· ουκ ειμι. 25 Now Simon Peter was standing and warming himself. They said therefore to him, “You aren’t also one of his disciples, are you?” He denied it and said, “I am not.”
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;
26 λεγει εις εκ των δουλων του αρχιερεως, συγγενης ων ου απεκοψεν πετρος το ωτιον· ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου; 26 One of the servants of the high priest, being a relative of him whose ear Peter had cut off, said, “Didn’t I see you in the garden with him?”
26 ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
27 παλιν ουν ηρνησατο ο πετρος, και ευθεως αλεκτωρ εφωνησεν. 27 Peter therefore denied it again, and immediately the rooster crowed.
27 πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 αγουσιν ουν τον ιησουν απο του καιαφα εις το πραιτωριον· ην δε πρωι· και αυτοι ουκ εισηλθον εις το πραιτωριον, ινα μη μιανθωσιν, αλλ ινα φαγωσιν το πασχα. 28 They led Jesus therefore from Caiaphas into the Praetorium. It was early, and they themselves didn’t enter into the Praetorium, that they might not be defiled, but might eat the Passover.
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ πάσχα.
29 εξηλθεν ουν ο πιλατος προς αυτους και ειπεν· τινα κατηγοριαν φερετε κατα του ανθρωπου τουτου; 29 Pilate therefore went out to them and said, “What accusation do you bring against this man?”
29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπε· τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 απεκριθησαν και ειπον αυτω· ει μη ην ουτος κακοποιος, ουκ αν σοι παρεδωκαμεν αυτον. 30 They answered him, “If this man weren’t an evildoer, we wouldn’t have delivered him up to you.”
30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 ειπεν ουν αυτοις ο πιλατος· λαβετε αυτον υμεις και κατα τον νομον υμων κρινατε αυτον. ειπον ουν αυτω οι ιουδαιοι· ημιν ουκ εξεστιν αποκτειναι ουδενα· 31 Pilate therefore said to them, “Take him yourselves, and judge him according to your law.” Therefore the Jews said to him, “It is illegal for us to put anyone to death,”
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 ινα ο λογος του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν. 32 that the word of Jesus might be fulfilled, which he spoke, signifying by what kind of death he should die.
32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
33 εισηλθεν ουν εις το πραιτωριον παλιν ο πιλατος και εφωνησεν τον ιησουν και ειπεν αυτω· συ ει ο βασιλευς των ιουδαιων; 33 Pilate therefore entered again into the Praetorium, called Jesus, and said to him, “Are you the King of the Jews?”
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 απεκριθη αυτω ο ιησους· αφ εαυτου συ τουτο λεγεις η αλλοι σοι ειπον περι εμου; 34 Jesus answered him, “Do you say this by yourself, or did others tell you about me?”
34 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
35 απεκριθη ο πιλατος· μητι εγω ιουδαιος ειμι; το εθνος το σον και οι αρχιερεις παρεδωκαν σε εμοι· τι εποιησας; 35 Pilate answered, “I’m not a Jew, am I? Your own nation and the chief priests delivered you to me. What have you done?”
35 ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 απεκριθη ιησους· η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου· ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη, οι υπηρεται αν οι εμοι ηγωνιζοντο, ινα μη παραδοθω τοις ιουδαιοις· νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν. 36 Jesus answered, “My Kingdom is not of this world. If my Kingdom were of this world, then my servants would fight, that I wouldn’t be delivered to the Jews. But now my Kingdom is not from here.”
36 ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 ειπεν ουν αυτω ο πιλατος· ουκουν βασιλευς ει συ; απεκριθη ιησους· συ λεγεις οτι βασιλευς ειμι εγω. εγω εις τουτο γεγεννημαι και εις τουτο εληλυθα εις τον κοσμον, ινα μαρτυρησω τη αληθεια. πας ο ων εκ της αληθειας ακουει μου της φωνης. 37 Pilate therefore said to him, “Are you a king then?” Jesus answered, “You say that I am a king. For this reason I have been born, and for this reason I have come into the world, that I should testify to the truth. Everyone who is of the truth listens to my voice.”
37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 λεγει αυτω ο πιλατος· τι εστιν αληθεια; και τουτο ειπων παλιν εξηλθεν προς τους ιουδαιους και λεγει αυτοις· εγω ουδεμιαν αιτιαν ευρισκω εν αυτω· 38 Pilate said to him, “What is truth?” When he had said this, he went out again to the Jews, and said to them, “I find no basis for a charge against him.
38 λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ·
39 εστιν δε συνηθεια υμιν ινα ενα υμιν απολυσω εν τω πασχα· βουλεσθε ουν υμιν απολυσω τον βασιλεα των ιουδαιων; 39 But you have a custom that I should release someone to you at the Passover. Therefore, do you want me to release to you the King of the Jews?”
39 ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
40 εκραυγασαν ουν παλιν παντες λεγοντες· μη τουτον, αλλα τον βαραββαν. ην δε ο βαραββας ληστης. 40 Then they all shouted again, saying, “Not this man, but Barabbas!” Now Barabbas was a robber.
40 ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.