Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 7 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 η αγνοειτε, αδελφοι· γινωσκουσιν γαρ νομον λαλω· οτι ο νομος κυριευει του ανθρωπου εφ οσον χρονον ζη;
1 Ἢ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ;
2 η γαρ υπανδρος γυνη τω ζωντι ανδρι δεδεται νομω· εαν δε αποθανη ο ανηρ, κατηργηται απο του νομου του ανδρος.
2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
3 αρα ουν ζωντος του ανδρος μοιχαλις χρηματισει εαν γενηται ανδρι ετερω· εαν δε αποθανη ο ανηρ, ελευθερα εστιν απο του νομου, του μη ειναι αυτην μοιχαλιδα γενομενην ανδρι ετερω.
3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
4 ωστε, αδελφοι μου, και υμεις εθανατωθητε τω νομω δια του σωματος του χριστου εις το γενεσθαι υμας ετερω, τω εκ νεκρων εγερθεντι, ινα καρποφορησωμεν τω θεω.
4 ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.
5 οτε γαρ ημεν εν τη σαρκι, τα παθηματα των αμαρτιων τα δια του νομου ενηργειτο εν τοις μελεσιν ημων εις το καρποφορησαι τω θανατω·
5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
6 νυνι δε κατηργηθημεν απο του νομου, αποθανοντες εν ω κατειχομεθα, ωστε δουλευειν ημας εν καινοτητι πνευματος και ου παλαιοτητι γραμματος.
6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
7 τι ουν ερουμεν; ο νομος αμαρτια; μη γενοιτο· αλλα την αμαρτιαν ουκ εγνων ει μη δια νομου· την τε γαρ επιθυμιαν ουκ ηδειν ει μη ο νομος ελεγεν, ουκ επιθυμησεις·
7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις·
8 αφορμην δε λαβουσα η αμαρτια δια της εντολης κατειργασατο εν εμοι πασαν επιθυμιαν· χωρις γαρ νομου αμαρτια νεκρα.
8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9 εγω δε εζων χωρις νομου ποτε· ελθουσης δε της εντολης η αμαρτια ανεζησεν, εγω δε απεθανον,
9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν,
10 και ευρεθη μοι η εντολη η εις ζωην, αυτη εις θανατον·
10 ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον·
11 η γαρ αμαρτια αφορμην λαβουσα δια της εντολης εξηπατησεν με και δια αυτης απεκτεινεν.
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ διὰ αὐτῆς ἀπέκτεινεν.
12 ωστε ο μεν νομος αγιος, και η εντολη αγια και δικαια και αγαθη.
12 ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13 το ουν αγαθον εμοι γεγονεν θανατος; μη γενοιτο· αλλα η αμαρτια, ινα φανη αμαρτια, δια του αγαθου μοι κατεργαζομενη θανατον, ινα γενηται καθ υπερβολην αμαρτωλος η αμαρτια δια της εντολης.
13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
14 οιδαμεν γαρ οτι ο νομος πνευματικος εστιν· εγω δε σαρκικος ειμι, πεπραμενος υπο την αμαρτιαν.
14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
15 ο γαρ κατεργαζομαι ου γινωσκω· ου γαρ ο θελω τουτο πρασσω, αλλ ο μισω τουτο ποιω.
15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ.
16 ει δε ο ου θελω τουτο ποιω, συμφημι τω νομω οτι καλος.
16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
17 νυνι δε ουκετι εγω κατεργαζομαι αυτο, αλλ η οικουσα εν εμοι αμαρτια.
17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18 οιδα γαρ οτι ουκ οικει εν εμοι, τουτ εστιν εν τη σαρκι μου, αγαθον· το γαρ θελειν παρακειται μοι, το δε κατεργαζεσθαι το καλον ουχ ευρισκω·
18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω·
19 ου γαρ ο θελω ποιω αγαθον, αλλ ο ου θελω κακον τουτο πρασσω.
19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω.
20 ει δε ο ου θελω εγω τουτο ποιω, ουκετι εγω κατεργαζομαι αυτο, αλλ η οικουσα εν εμοι αμαρτια.
20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 ευρισκω αρα τον νομον τω θελοντι εμοι ποιειν το καλον, οτι εμοι το κακον παρακειται·
21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
22 συνηδομαι γαρ τω νομω του θεου κατα τον εσω ανθρωπον,
22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,
23 βλεπω δε ετερον νομον εν τοις μελεσιν μου αντιστρατευομενον τω νομω του νοος μου και αιχμαλωτιζοντα με [εν] τω νομω της αμαρτιας τω οντι εν τοις μελεσιν μου.
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με [ἐν] τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.
24 ταλαιπωρος εγω ανθρωπος! τις με ρυσεται εκ του σωματος του θανατου τουτου;
24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
25 ευχαριστω τω θεω δια ιησου χριστου του κυριου ημων. αρα ουν αυτος εγω τω μεν νοι δουλευω νομω θεου, τη δε σαρκι νομω αμαρτιας.
25 εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Romans 6:14; Romans 7:6; Romans 6:3; Proverbs 6:23; Romans 10:1
  2. 2 Genesis 2:23–24; 1 Corinthians 7:4; 1 Corinthians 7:39; Numbers 30:7–8
  3. 3 Exodus 20:14; Matthew 5:32; Mark 10:6–12; 1 Timothy 5:11–14; John 8:3–5
  4. 4 1 Peter 2:24; Galatians 5:22–23; Isaiah 54:5; Ephesians 5:23–27; Romans 8:2
  5. 5 Ephesians 2:3; Galatians 5:16–17; Galatians 5:24; Galatians 3:10; Romans 6:13
  6. 6 Galatians 3:23–25; 2 Corinthians 3:6; Romans 7:4; Romans 6:4; Galatians 2:19–20
  7. 7 Romans 3:20; Romans 4:15; Exodus 20:17; 1 Corinthians 15:56; Deuteronomy 5:21
  8. 8 Romans 7:11; 1 Corinthians 15:56; Romans 4:15; James 1:14–15; Romans 7:13
  9. 9 Galatians 3:10; Romans 8:7; Romans 7:4; James 2:10–11; Galatians 2:19
  10. 10 Leviticus 18:5; 2 Corinthians 3:7; Galatians 3:12; Romans 10:5; Ezekiel 20:21
  11. 11 Genesis 3:13; Romans 7:8; Jeremiah 17:9; Hebrews 3:13; James 1:26
  12. 12 1 Timothy 1:8; Psalm 119:137; Psalm 19:7–12; Romans 7:14; Psalm 119:172
  13. 13 James 1:13–15; Galatians 3:21; Romans 8:3; Romans 7:8–11; Romans 5:20
  14. 14 1 Kings 21:25; 2 Kings 17:17; Isaiah 52:3; 1 Kings 21:20; Romans 7:18
  15. 15 Galatians 5:17; Romans 7:19–20; Ecclesiastes 7:20; James 3:2; Nahum 1:7
  16. 16 Romans 7:12; 1 Timothy 1:8; Romans 7:14; Romans 7:22; Psalm 119:127–128
  17. 17 Romans 7:20; Romans 7:18; Philippians 3:8–9; James 4:5–6; Romans 4:7–8
  18. 18 John 3:6; Psalm 51:5; Galatians 5:17; Psalm 119:115–117; Romans 7:25
  19. 19 Romans 7:15
  20. 20 Romans 7:17
  21. 21 Ephesians 6:11–13; Romans 8:2; Romans 6:14; Romans 7:23; Romans 6:12
  22. 22 Psalm 1:2; Psalm 40:8; Psalm 119:35; Psalm 119:47–48; Hebrews 8:10
  23. 23 Galatians 5:17; James 4:1; Romans 8:2; Romans 6:19; Romans 7:25
  24. 24 Romans 6:6; 2 Timothy 4:18; Titus 2:14; Romans 8:2; 2 Corinthians 12:7–9
  25. 25 Galatians 5:17–24; Colossians 3:17; 2 Corinthians 12:9–10; 1 Peter 2:5; Romans 6:17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:14 John Chrysostom, Homilies on Romans (Homily XIII)

    After having said that great evils had taken place, and that sin, taking occasion by the commandment, had grown stronger, and the opposite of what the Law mainly aimed at had been the result, and after having thrown the hearer into a great deal of perplexity, he goes on next to give the rationale of these events, after first clearing …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 7:18 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    … sign of our salvation, since it was the Lord Himself who saved them, because they could not be saved by their own instrumentality; and, therefore, when Paul sets forth human infirmity, he says: "For I know that there dwelleth in my flesh no good thing," showing that the "good thing" of our salvation is not from us, but from God.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 7:22 Augustine of Hippo, Confessions (Book VII, Chapters XX–XXI)

    For though a man "delight in the law of God after the inward man," what shall he do with that other law in his members which warreth against the law of his mind, and bringeth him into captivity to the law of sin, which is in his members?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 7:23 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    The Devil had used the flesh as an instrument against us; and Paul knowing this, saith, But I see another law in my members warring against the law of my mind, and bringing me into captivity, and the rest.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 7:24 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    And again: "Wretched man that I am, who shall deliver me from the body of this death?" Then he introduces the Deliverer, [saying,] "The grace of Jesus Christ our Lord." And Isaiah declares this also, [when he says:] "Be ye strengthened, ye hands that hang down, and ye feeble knees; be ye encouraged, ye feeble-minded; be comforted, fear not: behold, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)