Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 8 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ουδεν αρα νυν κατακριμα τοις εν χριστω ιησου μη κατα σαρκα περιπατουσιν, αλλα κατα πνευμα.
1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
2 ο γαρ νομος του πνευματος της ζωης εν χριστω ιησου ηλευθερωσεν με απο του νομου της αμαρτιας και του θανατου.
2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
3 το γαρ αδυνατον του νομου, εν ω ησθενει δια της σαρκος, ο θεος τον εαυτου υιον πεμψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας, κατεκρινεν την αμαρτιαν εν τη σαρκι,
3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
4 ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοις μη κατα σαρκα περιπατουσιν, αλλα κατα πνευμα·
4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα·
5 οι γαρ κατα σαρκα οντες τα της σαρκος φρονουσιν, οι δε κατα πνευμα τα του πνευματος.
5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
6 το γαρ φρονημα της σαρκος θανατος, το δε φρονημα του πνευματος ζωη και ειρηνη·
6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν·
7 διοτι το φρονημα της σαρκος εχθρα εις θεον· τω γαρ νομω του θεου ουχ υποτασσεται· ουδε γαρ δυναται·
7 τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται·
8 οι δε εν σαρκι οντες θεω αρεσαι ου δυνανται.
8 οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.
9 υμεις δε ουκ εστε εν σαρκι, αλλ εν πνευματι, ειπερ πνευμα θεου οικει εν υμιν. ει δε τις πνευμα χριστου ουκ εχει, ουτος ουκ εστιν αυτου.
9 ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
10 ει δε χριστος εν υμιν, το μεν σωμα νεκρον δι αμαρτιαν, το δε πνευμα ζωη δια δικαιοσυνην.
10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11 ει δε το πνευμα του εγειραντος ιησουν εκ νεκρων οικει εν υμιν, ο εγειρας τον χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια το ενοικουν αυτου πνευμα εν υμιν.
11 εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.
12 αρα ουν, αδελφοι, οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην·
12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν·
13 ει γαρ κατα σαρκα ζητε, μελλετε αποθνησκειν· ει δε πνευματι τας πραξεις του σωματος θανατουτε, ζησεσθε.
13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
14 οσοι γαρ πνευματι θεου αγονται, ουτοι εισιν υιοι θεου.
14 ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.
15 ου γαρ ελαβετε πνευμα δουλειας παλιν εις φοβον, αλλ ελαβετε πνευμα υιοθεσιας, εν ω κραζομεν· αββα ο πατηρ.
15 οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ.
16 αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου.
16 αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ.
17 ει δε τεκνα, και κληρονομοι, κληρονομοι μεν θεου, συγκληρονομοι δε χριστου, ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν.
17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.
18 λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας.
18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
19 η γαρ αποκαραδοκια της κτισεως την αποκαλυψιν των υιων του θεου απεκδεχεται.
19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.
20 τη γαρ ματαιοτητι η κτισις υπεταγη, ουχ εκουσα, αλλα δια τον υποταξαντα, επ ελπιδι
20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾽ ἐλπίδι
21 οτι και αυτη η κτισις ελευθερωθησεται απο της δουλειας της φθορας εις την ελευθεριαν της δοξης των τεκνων του θεου.
21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.
22 οιδαμεν γαρ οτι πασα η κτισις συστεναζει και συνωδινει αχρι του νυν·
22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·
23 ου μονον δε, αλλα και αυτοι την απαρχην του πνευματος εχοντες και ημεις αυτοι εν εαυτοις στεναζομεν υιοθεσιαν απεκδεχομενοι, την απολυτρωσιν του σωματος ημων.
23 οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
24 τη γαρ ελπιδι εσωθημεν· ελπις δε βλεπομενη ουκ εστιν ελπις· ο γαρ βλεπει τις, τι και ελπιζει;
24 τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει;
25 ει δε ο ου βλεπομεν ελπιζομεν, δι υπομονης απεκδεχομεθα.
25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.
26 ωσαυτως δε και το πνευμα συναντιλαμβανεται ταις ασθενειαις ημων· το γαρ τι προσευξομεθα καθο δει ουκ οιδαμεν, αλλ αυτο το πνευμα υπερεντυγχανει υπερ ημων στεναγμοις αλαλητοις·
26 Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις·
27 ο δε ερευνων τας καρδιας οιδεν τι το φρονημα του πνευματος, οτι κατα θεον εντυγχανει υπερ αγιων.
27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
28 οιδαμεν δε οτι τοις αγαπωσιν τον θεον παντα συνεργει εις αγαθον, τοις κατα προθεσιν κλητοις ουσιν·
28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν·
29 οτι ους προεγνω, και προωρισεν συμμορφους της εικονος του υιου αυτου, εις το ειναι αυτον πρωτοτοκον εν πολλοις αδελφοις·
29 ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
30 ους δε προωρισεν, τουτους και εκαλεσεν, και ους εκαλεσεν, τουτους και εδικαιωσεν, ους δε εδικαιωσεν, τουτους και εδοξασεν.
30 οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
31 τι ουν ερουμεν προς ταυτα; ει ο θεος υπερ ημων, τις καθ ημων;
31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν;
32 ος γε του ιδιου υιου ουκ εφεισατο, αλλ υπερ ημων παντων παρεδωκεν αυτον, πως ουχι και συν αυτω τα παντα ημιν χαρισεται;
32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
33 τις εγκαλεσει κατα εκλεκτων θεου; θεος ο δικαιων·
33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν·
34 τις ο κατακρινων; χριστος ο αποθανων, μαλλον δε και εγερθεις, ος και εστιν εν δεξια του θεου, ος και εντυγχανει υπερ ημων.
34 τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35 τις ημας χωρισει απο της αγαπης του χριστου; θλιψις η στενοχωρια η διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα;
35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
36 καθως γεγραπται οτι ενεκα σου θανατουμεθα ολην την ημεραν· ελογισθημεν ως προβατα σφαγης.
36 καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
37 αλλ εν τουτοις πασιν υπερνικωμεν δια του αγαπησαντος ημας.
37 ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
38 πεπεισμαι γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεις ουτε ενεστωτα ουτε μελλοντα
38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα
39 ουτε υψωμα ουτε βαθος ουτε τις κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του θεου της εν χριστω ιησου τω κυριω ημων.
39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 3:18–19; 2 Corinthians 5:17; Galatians 3:13; Romans 5:1; 1 Corinthians 1:30
  2. 2 Romans 6:14; 2 Corinthians 3:17; Romans 6:18; 2 Corinthians 3:6; Romans 8:10–11
  3. 3 Acts 13:39; Galatians 4:4–5; Hebrews 7:18–19; 2 Corinthians 5:21; Galatians 3:13
  4. 4 Galatians 5:16; Galatians 5:22–25; Colossians 1:22; Hebrews 12:23; Ephesians 5:26–27
  5. 5 1 Corinthians 2:14; Galatians 5:19–25; John 3:6; Colossians 3:1–3; Romans 8:6–7
  6. 6 Galatians 6:8; Romans 8:7; Romans 8:13; Romans 13:14; Romans 6:23
  7. 7 1 Corinthians 2:14; 1 John 2:15–16; James 4:4; Ephesians 4:18–19; Romans 7:22
  8. 8 John 3:5–6; Hebrews 11:5–6; Romans 8:9; Romans 7:5; Colossians 1:10
  9. 9 Galatians 4:6; 1 Corinthians 3:16; 2 Timothy 1:14; 1 Corinthians 6:19; John 14:17
  10. 10 Galatians 2:20; Ephesians 3:17; 2 Corinthians 5:21; Romans 8:11; 2 Corinthians 5:1–4
  11. 11 2 Corinthians 4:14; Romans 6:4–5; 2 Corinthians 4:11; Ephesians 1:19–20; Romans 8:9
  12. 12 Romans 6:2–15; 1 Corinthians 6:19–20; 1 Peter 4:2–3; Psalm 116:16
  13. 13 Galatians 6:8; 1 Peter 2:11; Colossians 3:5–8; 1 Corinthians 9:27; Titus 2:12
  14. 14 Galatians 5:18; John 1:12; Galatians 3:26; Galatians 5:16; Psalm 143:10
  15. 15 2 Timothy 1:7; Galatians 4:5–7; 1 Corinthians 2:12; Romans 8:16; Ephesians 1:5
  16. 16 1 John 4:13; 2 Corinthians 1:22; 2 Corinthians 5:5; Ephesians 1:13; Romans 8:26
  17. 17 Galatians 4:7; Galatians 3:29; Ephesians 3:6; 1 Peter 4:13; Revelation 21:7
  18. 18 2 Corinthians 4:17–18; 1 Peter 4:13; 1 Peter 1:5–7; Matthew 5:11–12; Acts 20:24
  19. 19 Malachi 3:17–18; Romans 8:23; 1 John 3:2; 2 Peter 3:11–13; Philippians 1:20
  20. 20 Genesis 3:17–19; Genesis 5:29; Romans 8:22; Jeremiah 12:4; Isaiah 24:5–6
  21. 21 Revelation 22:3–5; Acts 3:21; Revelation 21:1; 2 Peter 3:13; Romans 8:19
  22. 22 Jeremiah 12:4; Jeremiah 12:11; John 16:21; Romans 8:20; Colossians 1:23
  23. 23 Philippians 3:20–21; Hebrews 9:28; 2 Corinthians 5:2–5; Titus 2:13; Ephesians 1:14
  24. 24 Hebrews 11:1; 2 Corinthians 5:7; 2 Corinthians 4:18; 1 Peter 1:21; 1 Thessalonians 5:8
  25. 25 Romans 12:12; Hebrews 10:36; Psalm 27:14; Lamentations 3:25–26; James 5:7–11
  26. 26 Matthew 10:20; Ephesians 6:18; Galatians 4:6; John 14:16; Jude 20–21
  27. 27 Jeremiah 17:10; 1 John 5:14–15; Ephesians 2:18; Romans 8:34; Acts 1:24
  28. 28 1 Peter 5:10; James 1:12; Genesis 50:20; Romans 5:3–5; 1 Corinthians 2:9
  29. 29 Ephesians 1:4–5; Jeremiah 1:5; Ephesians 1:11; 2 Timothy 1:9; 1 Peter 1:20
  30. 30 Revelation 17:14; Romans 8:28; Ephesians 1:11; Romans 9:23–24; Ephesians 1:5
  31. 31 Psalm 118:6; Jeremiah 1:19; Psalm 56:11; 1 John 4:4; Isaiah 54:17
  32. 32 John 3:16; Romans 8:28; Psalm 84:11; 1 John 4:10; 2 Corinthians 5:21
  33. 33 Revelation 12:10–11; Isaiah 50:8–9; Isaiah 54:17; Romans 8:1; Luke 18:7
  34. 34 Hebrews 7:25; Romans 8:27; Hebrews 9:24; 1 Peter 3:22; Romans 8:1
  35. 35 John 10:28; Psalm 103:17; John 16:33; Romans 5:3–5; 2 Corinthians 4:17
  36. 36 Psalm 44:22; Isaiah 53:7; 1 Corinthians 15:30; 2 Corinthians 4:10–11; 1 Corinthians 4:9
  37. 37 1 Corinthians 15:57; 1 John 4:4; 2 Corinthians 2:14; 1 John 5:4–5; Revelation 21:7
  38. 38 John 10:28; Romans 14:8; 2 Timothy 1:12; 1 Peter 5:8–10; 1 Peter 3:22
  39. 39 John 10:28–30; Romans 8:35; Romans 5:8; Ephesians 3:18–19; 1 John 4:19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 8:12 John Chrysostom, Homilies on Romans (Homily XIV)

    After showing how great the reward of a spiritual life is, and that it maketh Christ to dwell in us, and that it quickeneth our mortal bodies, and wingeth them to heaven, and rendereth the way of virtue easier, he next fitly introduces an exhortation to this purpose.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 8:36 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    … by the prophet and by Paul, of whom the apostle, calling to mind the Scripture, says in the Epistle addressed to the Romans, "As it is written, for thy sake we are killed all the day long, we are counted as sheep for the slaughter." But here the expression "all the day long" is put for all this time during …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 8:34 Augustine of Hippo, Confessions (Book IX)

    They would perchance have been troubled, and have vomited it forth, and Thou wouldest hear them when they cried unto Thee; for by a true death in the flesh He died for us, who now maketh intercession for us with Thee.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 8:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    … when he saith, "There is therefore no condemnation now to them which are in Christ Jesus, who walk not after the flesh, but after the Spirit: for the law of the Spirit of life hath made me free from the law of sin and death."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 8:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    Make ready then the vessel of thy soul, that thou mayest become a son of God, and an heir of God, and joint-heir with Christ; if, indeed, thou art preparing thyself that thou mayest receive; if thou art drawing nigh in faith that thou mayest be made faithful; if of set purpose thou art putting off the old man.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)