Skip to the text

1 Corinthians · Byzantine Textform (Robinson-Pierpont 2018)

1 Corinthians 9 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ουκ ειμι αποστολοσ ουκ ειμι ελευθεροσ ουχι ιησουν χριστον τον κυριον ημων εωρακα ου το εργον μου υμεισ εστε εν κυριω
1 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;
2 ει αλλοισ ουκ ειμι αποστολοσ αλλα γε υμιν ειμι η γαρ σφραγισ τησ εμησ αποστολησ υμεισ εστε εν κυριω
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.
3 η εμη απολογια τοισ εμε ανακρινουσιν αυτη εστιν
3 ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί.
4 μη ουκ εχομεν εξουσιαν φαγειν και πιειν
4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;
5 μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ωσ και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφασ
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς;
6 η μονοσ εγω και βαρναβασ ουκ εχομεν εξουσιαν του μη εργαζεσθαι
6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;
7 τισ στρατευεται ιδιοισ οψωνιοισ ποτε τισ φυτευει αμπελωνα και εκ του καρπου αυτου ουκ εσθιει η τισ ποιμαινει ποιμνην και εκ του γαλακτοσ τησ ποιμνησ ουκ εσθιει
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
8 μη κατα ανθρωπον ταυτα λαλω η ουχι και ο νομοσ ταυτα λεγει
8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;
9 εν γαρ τω μωυσεωσ νομω γεγραπται ου φιμωσεισ βουν αλοωντα μη των βοων μελει τω θεω
9 ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;
10 η δι ημασ παντωσ λεγει δι ημασ γαρ εγραφη οτι επ ελπιδι οφειλει ο αροτριων αροτριαν και ο αλοων τησ ελπιδοσ αυτου μετεχειν επ ελπιδι
10 ἢ δι᾽ ἡμᾶς πάντως λέγει; δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.
11 ει ημεισ υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεισ υμων τα σαρκικα θερισομεν
11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
12 ει αλλοι τησ εξουσιασ υμων μετεχουσιν ου μαλλον ημεισ αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη εγκοπην τινα δωμεν τω ευαγγελιω του χριστου
12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
13 ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω προσεδρευοντεσ τω θυσιαστηριω συμμεριζονται
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
14 ουτωσ και ο κυριοσ διεταξεν τοισ το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην
14 οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
15 εγω δε ουδενι εχρησαμην τουτων ουκ εγραψα δε ταυτα ινα ουτωσ γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ινα τισ κενωση
15 ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ.
16 εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι δε μοι εστιν εαν μη ευαγγελιζωμαι
16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι·
17 ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι
17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
18 τισ ουν μοι εστιν ο μισθοσ ινα ευαγγελιζομενοσ αδαπανον θησω το ευαγγελιον του χριστου εισ το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω
18 τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19 ελευθεροσ γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τουσ πλειονασ κερδησω
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
20 και εγενομην τοισ ιουδαιοισ ωσ ιουδαιοσ ινα ιουδαιουσ κερδησω τοισ υπο νομον ωσ υπο νομον ινα τουσ υπο νομον κερδησω
20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
21 τοισ ανομοισ ωσ ανομοσ μη ων ανομοσ θεω αλλ εννομοσ χριστω ινα κερδησω ανομουσ
21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους·
22 εγενομην τοισ ασθενεσιν ωσ ασθενησ ινα τουσ ασθενεισ κερδησω τοισ πασιν γεγονα τα παντα ινα παντωσ τινασ σωσω
22 ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.
23 τουτο δε ποιω δια το ευαγγελιον ινα συγκοινωνοσ αυτου γενωμαι
23 Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
24 ουκ οιδατε οτι οι εν σταδιω τρεχοντεσ παντεσ μεν τρεχουσιν εισ δε λαμβανει το βραβειον ουτωσ τρεχετε ινα καταλαβητε
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτω τρέχετε, ἵνα καταλάβητε.
25 πασ δε ο αγωνιζομενοσ παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεισ δε αφθαρτον
25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
26 εγω τοινυν ουτωσ τρεχω ωσ ουκ αδηλωσ ουτωσ πυκτευω ωσ ουκ αερα δερων
26 ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων,
27 αλλ υπωπιαζω μου το σωμα και δουλαγωγω μηπωσ αλλοισ κηρυξασ αυτοσ αδοκιμοσ γενωμαι
27 ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
Cross references (27)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 9:17; Acts 9:3; 1 Timothy 2:7; Acts 23:11; 1 Corinthians 9:19
  2. 2 2 Corinthians 12:12; 2 Corinthians 3:1–3; John 6:27
  3. 3 Acts 25:16; 2 Timothy 4:16; Philippians 1:7; Acts 22:1; Philippians 1:17
  4. 4 1 Thessalonians 2:6; 2 Thessalonians 3:8–9; Luke 10:7; 1 Thessalonians 2:9; Matthew 10:10
  5. 5 John 1:42; Matthew 8:14; 1 Corinthians 7:39; 1 Corinthians 7:7; Galatians 1:19
  6. 6 2 Thessalonians 3:7–9; Acts 13:1–2; Acts 18:3; Acts 4:36; 1 Thessalonians 2:9
  7. 7 Proverbs 27:18; Deuteronomy 20:6; 2 Timothy 2:3–4; 1 Corinthians 3:6–8; 1 Timothy 1:18
  8. 8 Romans 6:19; Isaiah 8:20; 1 Corinthians 14:34; Romans 3:31; 1 Corinthians 7:40
  9. 9 Deuteronomy 25:4; 1 Timothy 5:18; Psalm 104:27; Psalm 145:15–16; Jonah 4:11
  10. 10 Romans 15:4; 2 Timothy 2:6; Romans 4:23–24; 2 Corinthians 4:15; 1 Corinthians 3:9
  11. 11 Romans 15:27; Galatians 6:6; Matthew 10:10; 2 Corinthians 11:15; Malachi 3:8–9
  12. 12 2 Corinthians 11:12; 1 Corinthians 9:15; 1 Corinthians 9:18; 2 Corinthians 11:7–10; 1 Thessalonians 2:6–9
  13. 13 Numbers 5:9–10; Leviticus 6:26; Numbers 18:8–20; 1 Samuel 2:28; 1 Corinthians 10:18
  14. 14 Matthew 10:10; 1 Timothy 5:17–18; 1 Corinthians 9:4; Galatians 6:6; Luke 10:7
  15. 15 1 Thessalonians 2:9; 2 Thessalonians 3:8; 1 Corinthians 9:12; 2 Corinthians 11:9–12; Acts 20:34
  16. 16 Romans 1:14; Jeremiah 20:9; Colossians 4:17; Luke 9:62; Acts 4:20
  17. 17 Galatians 2:7; 1 Corinthians 3:8; Colossians 1:25; 1 Chronicles 28:9; Matthew 10:41
  18. 18 2 Corinthians 11:7–9; 2 Thessalonians 3:8–9; 1 Corinthians 10:33; 1 Corinthians 8:9; 1 Thessalonians 2:6
  19. 19 Galatians 5:13; Matthew 18:15; 1 Corinthians 10:33; James 5:19–20; Matthew 20:26–28
  20. 20 Acts 16:3; Galatians 5:18; Acts 21:20–26; Acts 17:2–3; Acts 18:18
  21. 21 Romans 2:12; Galatians 3:2; Romans 2:14; Matthew 5:17–20; 1 Corinthians 7:19–22
  22. 22 1 Corinthians 10:33; Romans 15:1; 1 Corinthians 9:19; Romans 11:14; Galatians 6:1
  23. 23 2 Timothy 2:10; 1 Corinthians 9:25–27; Mark 8:35; 1 John 1:3; Galatians 2:5
  24. 24 Philippians 3:14; Hebrews 12:1; 2 Timothy 4:7–8; Revelation 3:11; Philippians 2:16
  25. 25 2 Timothy 2:5; Revelation 2:10; 1 Timothy 6:12; 2 Timothy 4:7–8; James 1:12
  26. 26 2 Timothy 2:5; 2 Peter 1:10; Philippians 1:21; Colossians 1:29; 2 Timothy 1:12
  27. 27 Romans 8:13; 1 Corinthians 9:25; Colossians 3:5; 2 Corinthians 13:5–6; 1 Peter 2:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 9:1 John Chrysostom, Homilies on First Corinthians (Homily XXI)

    Inasmuch as he had said, "If meat make my brother to stumble I will eat no flesh forever;" a thing which he had not yet done, but professed he would do if need require: lest any man should say, "Thou vauntest thyself at random, and art severe in discourse, and utterest words of promise, a thing easy to me or …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 9:24–27 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXVII)

    But I so run, not as uncertainty; I fight, not as one beating the air; but I make my body livid, and bring it into subjection, lest by any means, when preaching to others, I may myself be rendered a castaway." This able wrestler, therefore, exhorts us to the struggle for immortality, that we may be crowned, and may deem …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 9:27 Augustine of Hippo, Confessions (Book X, Chapters XXIX–XXXI)

    But now is necessity sweet unto me, and against this sweetness do I fight, lest I be enthralled; and I carry on a daily war by fasting, oftentimes "bringing my body into subjection," and my pains are expelled by pleasure.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 9:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXX)

    … said, "Go ye and learn what that meaneth, I will have mercy, and not sacrifice." Thus doth Paul also: when he had first established his reasoning by illustrations from common things, and had said, "Who feedeth a flock, and eateth not of the milk thereof?" then he brings in the Scriptures also, saying, "It is written in the law of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 9:26 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters V–VI)

    … candle on a candlestick, when he says, "So fight I, not as one that beateth the air; but I keep under my body, and bring it into subjection, lest that by any means, when I preach to others, I myself should be found a castaway." When He says, however, "that it may give light to all who are in the …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)