RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 μετα δε πεντε ημερασ κατεβη ο αρχιερευσ ανανιασ μετα των πρεσβυτερων και ρητοροσ τερτυλλου τινοσ οιτινεσ ενεφανισαν τω ηγεμονι κατα του παυλου 1 After five days, the high priest, Ananias, came down with certain elders and an orator, one Tertullus. They informed the governor against Paul.
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 κληθεντοσ δε αυτου ηρξατο κατηγορειν ο τερτυλλοσ λεγων πολλησ ειρηνησ τυγχανοντεσ δια σου και κατορθωματων γινομενων τω εθνει τουτω δια τησ σησ προνοιασ 2 When he was called, Tertullus began to accuse him, saying, “Seeing that by you we enjoy much peace, and that prosperity is coming to this nation by your foresight,
2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων·
3 παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστιασ 3 we accept it in all ways and in all places, most excellent Felix, with all thankfulness.
3 πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επιεικεια 4 But that I don’t delay you, I entreat you to bear with us and hear a few words.
4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 ευροντεσ γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασιν πασιν τοισ ιουδαιοισ τοισ κατα την οικουμενην πρωτοστατην τε τησ των ναζωραιων αιρεσεωσ 5 For we have found this man to be a plague, an instigator of insurrections among all the Jews throughout the world, and a ringleader of the sect of the Nazarenes.
5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 οσ και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν 6 He even tried to profane the temple, and we arrested him.
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν [καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν·
7 Not in this translation 7 Not in this translation
7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε,
8 παρ ου δυνηση αυτοσ ανακρινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου 8 By examining him yourself you may ascertain all these things of which we accuse him.”
8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ]· παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 συνεπεθεντο δε και οι ιουδαιοι φασκοντεσ ταυτα ουτωσ εχειν 9 The Jews also joined in the attack, affirming that these things were so.
9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 απεκριθη δε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενοσ ευθυμοτερον τα περι εμαυτου απολογουμαι 10 When the governor had beckoned to him to speak, Paul answered, “Because I know that you have been a judge of this nation for many years, I cheerfully make my defense,
10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11 δυναμενου σου γνωναι οτι ου πλειουσ εισιν μοι ημεραι δεκαδυο αφ ησ ανεβην προσκυνησων εν ιερουσαλημ 11 seeing that you can verify that it is not more than twelve days since I went up to worship at Jerusalem.
11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ·
12 και ουτε εν τω ιερω ευρον με προσ τινα διαλεγομενον η επισυστασιν ποιουντα οχλου ουτε εν ταισ συναγωγαισ ουτε κατα την πολιν 12 In the temple they didn’t find me disputing with anyone or stirring up a crowd, either in the synagogues or in the city.
12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 ουτε παραστησαι με δυνανται περι ων νυν κατηγορουσιν μου 13 Nor can they prove to you the things of which they now accuse me.
13 οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου.
14 ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θεω πιστευων πασιν τοισ κατα τον νομον και τοισ προφηταισ γεγραμμενοισ 14 But this I confess to you, that according to the Way, which they call a sect, so I serve the God of our fathers, believing all things which are according to the law, and which are written in the prophets;
14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ [τοῖς ἐν] τοῖς προφήταις γεγραμμένοις,
15 ελπιδα εχων εισ τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι νεκρων δικαιων τε και αδικων 15 having hope toward God, which these also themselves look for, that there will be a resurrection of the dead, both of the just and unjust.
15 ἐλπίδα ἔχων εἰς τὸν Θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων·
16 εν τουτω δε αυτοσ ασκω απροσκοπον συνειδησιν εχων προσ τον θεον και τουσ ανθρωπουσ δια παντοσ 16 In this I also practice always having a conscience void of offense toward God and men.
16 ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 δι ετων δε πλειονων παρεγενομην ελεημοσυνασ ποιησων εισ το εθνοσ μου και προσφορασ 17 Now after some years, I came to bring gifts for the needy to my nation, and offerings;
17 δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·
18 εν οισ ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινεσ απο τησ ασιασ ιουδαιοι 18 amid which certain Jews from Asia found me purified in the temple, not with a mob, nor with turmoil.
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 ουσ δει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προσ με 19 They ought to have been here before you and to make accusation if they had anything against me.
19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντοσ μου επι του συνεδριου 20 Or else let these men themselves say what injustice they found in me when I stood before the council,
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἐν ἐμοὶ ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 η περι μιασ ταυτησ φωνησ ησ εκραξα εστωσ εν αυτοισ οτι περι αναστασεωσ νεκρων εγω κρινομαι σημερον υφ υμων 21 unless it is for this one thing that I cried standing among them, ‘Concerning the resurrection of the dead I am being judged before you today!’”
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾽ ὑμῶν.
22 ακουσασ δε ταυτα ο φηλιξ ανεβαλετο αυτουσ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπων οταν λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ 22 But Felix, having more exact knowledge concerning the Way, deferred them, saying, “When Lysias, the commanding officer, comes down, I will decide your case.”
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς,
23 διαταξαμενοσ τε τω εκατονταρχη τηρεισθαι τον παυλον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν η προσερχεσθαι αυτω 23 He ordered the centurion that Paul should be kept in custody and should have some privileges, and not to forbid any of his friends to serve him or to visit him.
23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
24 μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χριστον πιστεωσ 24 After some days, Felix came with Drusilla his wife, who was a Jewess, and sent for Paul and heard him concerning the faith in Christ Jesus.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως.
25 διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του κριματοσ του μελλοντοσ εσεσθαι εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε 25 As he reasoned about righteousness, self-control, and the judgment to come, Felix was terrified, and answered, “Go your way for this time, and when it is convenient for me, I will summon you.”
25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε,
26 αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου οπωσ λυση αυτον διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμιλει αυτω 26 Meanwhile, he also hoped that money would be given to him by Paul, that he might release him. Therefore also he sent for him more often and talked with him.
26 ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 διετιασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτασ καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον 27 But when two years were fulfilled, Felix was succeeded by Porcius Festus, and desiring to gain favor with the Jews, Felix left Paul in bonds.
27 Διετίας δὲ πληρωθείσης ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.