Skip to the text

John · Byzantine Textform (Robinson-Pierpont 2018)

John 18 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ταυτα ειπων ο ιησουσ εξηλθεν συν τοισ μαθηταισ αυτου περαν του χειμαρρου των κεδρων οπου ην κηποσ εισ ον εισηλθεν αυτοσ και οι μαθηται αυτου
1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 ηδει δε και ιουδασ ο παραδιδουσ αυτον τον τοπον οτι πολλακισ συνηχθη ο ιησουσ εκει μετα των μαθητων αυτου
2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 ο ουν ιουδασ λαβων την σπειραν και εκ των αρχιερεων και φαρισαιων υπηρετασ ερχεται εκει μετα φανων και λαμπαδων και οπλων
3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 ιησουσ ουν ειδωσ παντα τα ερχομενα επ αυτον εξελθων ειπεν αυτοισ τινα ζητειτε
4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε;
5 απεκριθησαν αυτω ιησουν τον ναζωραιον λεγει αυτοισ ο ιησουσ εγω ειμι ειστηκει δε και ιουδασ ο παραδιδουσ αυτον μετ αυτων
5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
6 ωσ ουν ειπεν αυτοισ οτι εγω ειμι απηλθον εισ τα οπισω και επεσον χαμαι
6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
7 παλιν ουν αυτουσ επηρωτησεν τινα ζητειτε οι δε ειπον ιησουν τον ναζωραιον
7 πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.
8 απεκριθη ιησουσ ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε αφετε τουτουσ υπαγειν
8 ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 ινα πληρωθη ο λογοσ ον ειπεν οτι ουσ δεδωκασ μοι ουκ απωλεσα εξ αυτων ουδενα
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 σιμων ουν πετροσ εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεωσ δουλον και απεκοψεν αυτου το ωτιον το δεξιον ην δε ονομα τω δουλω μαλχοσ
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 ειπεν ουν ο ιησουσ τω πετρω βαλε την μαχαιραν εισ την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο
11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
12 η ουν σπειρα και ο χιλιαρχοσ και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
13 και απηγαγον αυτον προσ ανναν πρωτον ην γαρ πενθεροσ του καιαφα οσ ην αρχιερευσ του ενιαυτου εκεινου
13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 ην δε καιαφασ ο συμβουλευσασ τοισ ιουδαιοισ οτι συμφερει ενα ανθρωπον απολεσθαι υπερ του λαου
14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
15 ηκολουθει δε τω ιησου σιμων πετροσ και ο αλλοσ μαθητησ ο δε μαθητησ εκεινοσ ην γνωστοσ τω αρχιερει και συνεισηλθεν τω ιησου εισ την αυλην του αρχιερεωσ
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
16 ο δε πετροσ ειστηκει προσ τη θυρα εξω εξηλθεν ουν ο μαθητησ ο αλλοσ οσ ην γνωστοσ τω αρχιερει και ειπεν τη θυρωρω και εισηγαγεν τον πετρον
16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.
17 λεγει ουν η παιδισκη η θυρωροσ τω πετρω μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου λεγει εκεινοσ ουκ ειμι
17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτεσ οτι ψυχοσ ην και εθερμαινοντο ην δε μετ αυτων ο πετροσ εστωσ και θερμαινομενοσ
18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
19 ο ουν αρχιερευσ ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι τησ διδαχησ αυτου
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 απεκριθη αυτω ο ιησουσ εγω παρρησια ελαλησα τω κοσμω εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω οπου παντοτε οι ιουδαιοι συνερχονται και εν κρυπτω ελαλησα ουδεν
20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 τι με επερωτασ επερωτησον τουσ ακηκοοτασ τι ελαλησα αυτοισ ιδε ουτοι οιδασιν α ειπον εγω
21 τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 ταυτα δε αυτου ειποντοσ εισ των υπηρετων παρεστηκωσ εδωκεν ραπισμα τω ιησου ειπων ουτωσ αποκρινη τω αρχιερει
22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 απεκριθη αυτω ο ιησουσ ει κακωσ ελαλησα μαρτυρησον περι του κακου ει δε καλωσ τι με δερεισ
23 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24 απεστειλεν αυτον ο αννασ δεδεμενον προσ καιαφαν τον αρχιερεα
24 ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 ην δε σιμων πετροσ εστωσ και θερμαινομενοσ ειπον ουν αυτω μη και συ εκ των μαθητων αυτου ει ηρνησατο ουν εκεινοσ και ειπεν ουκ ειμι
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;
26 λεγει εισ εκ των δουλων του αρχιερεωσ συγγενησ ων ου απεκοψεν πετροσ το ωτιον ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου
26 ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
27 παλιν ουν ηρνησατο ο πετροσ και ευθεωσ αλεκτωρ εφωνησεν
27 πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 αγουσιν ουν τον ιησουν απο του καιαφα εισ το πραιτωριον ην δε πρωι και αυτοι ουκ εισηλθον εισ το πραιτωριον ινα μη μιανθωσιν αλλ ινα φαγωσιν το πασχα
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ πάσχα.
29 εξηλθεν ουν ο πιλατοσ προσ αυτουσ και ειπεν τινα κατηγοριαν φερετε κατα του ανθρωπου τουτου
29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπε· τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 απεκριθησαν και ειπον αυτω ει μη ην ουτοσ κακοποιοσ ουκ αν σοι παρεδωκαμεν αυτον
30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 ειπεν ουν αυτοισ ο πιλατοσ λαβετε αυτον υμεισ και κατα τον νομον υμων κρινατε αυτον ειπον ουν αυτω οι ιουδαιοι ημιν ουκ εξεστιν αποκτειναι ουδενα
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 ινα ο λογοσ του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω εμελλεν αποθνησκειν
32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
33 εισηλθεν ουν εισ το πραιτωριον παλιν ο πιλατοσ και εφωνησεν τον ιησουν και ειπεν αυτω συ ει ο βασιλευσ των ιουδαιων
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 απεκριθη αυτω ο ιησουσ αφ εαυτου συ τουτο λεγεισ η αλλοι σοι ειπον περι εμου
34 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
35 απεκριθη ο πιλατοσ μητι εγω ιουδαιοσ ειμι το εθνοσ το σον και οι αρχιερεισ παρεδωκαν σε εμοι τι εποιησασ
35 ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 απεκριθη ιησουσ η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη οι υπηρεται αν οι εμοι ηγωνιζοντο ινα μη παραδοθω τοισ ιουδαιοισ νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν
36 ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 ειπεν ουν αυτω ο πιλατοσ ουκουν βασιλευσ ει συ απεκριθη ιησουσ συ λεγεισ οτι βασιλευσ ειμι εγω εγω εισ τουτο γεγεννημαι και εισ τουτο εληλυθα εισ τον κοσμον ινα μαρτυρησω τη αληθεια πασ ο ων εκ τησ αληθειασ ακουει μου τησ φωνησ
37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 λεγει αυτω ο πιλατοσ τι εστιν αληθεια και τουτο ειπων παλιν εξηλθεν προσ τουσ ιουδαιουσ και λεγει αυτοισ εγω ουδεμιαν αιτιαν ευρισκω εν αυτω
38 λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ·
39 εστιν δε συνηθεια υμιν ινα ενα υμιν απολυσω εν τω πασχα βουλεσθε ουν υμιν απολυσω τον βασιλεα των ιουδαιων
39 ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
40 εκραυγασαν ουν παλιν παντεσ λεγοντεσ μη τουτον αλλα τον βαραββαν ην δε ο βαραββασ ληστησ
40 ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Annas

    High priest, father-in-law of Caiaphas

    Named as high priest alongside Caiaphas when John began preaching, and as the father-in-law of Caiaphas, to whom Jesus was brought first.

    Cited in the guide: Luke 3:2; John 18:13; John 18:24

  • Malchus

    High priest's servant

    The servant of the high priest whose right ear Simon Peter cut off in the garden.

    Cited in the guide: John 18:10

  • Pontius Pilate

    Governor of Judea

    Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.

    Cited in the guide: Matthew 27:2; Luke 3:1; John 18:38

Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Samuel 15:23; Matthew 26:36; Mark 14:32; John 18:26; Luke 22:39–40
  2. 2 Luke 21:37; Luke 22:39; Mark 11:11–12
  3. 3 John 18:12; Luke 22:47–53; Psalm 3:1–2; Acts 1:16; Psalm 22:12
  4. 4 John 13:1; John 18:7; Acts 2:28; Acts 20:22–23; Psalm 27:3
  5. 5 Isaiah 3:9; John 1:46; Matthew 21:11; Matthew 2:23; John 19:19
  6. 6 Psalm 27:2; Psalm 70:2–3; 2 Kings 1:9–15; Acts 4:29–30; Luke 9:54–56
  7. 7 John 18:4
  8. 8 John 10:28; 2 Corinthians 12:9; Isaiah 53:6; 1 Peter 5:7; John 13:1
  9. 9 John 17:12
  10. 10 Matthew 26:51–54; Mark 14:47; Luke 22:49–51; John 18:26; Mark 14:30
  11. 11 Matthew 26:39; Matthew 20:22; John 20:17; John 12:27–28; Hebrews 12:2
  12. 12 John 18:3; Matthew 26:57; Mark 15:1; Luke 22:54; Acts 22:24–28
  13. 13 John 18:24; Luke 3:2; Matthew 26:3; John 11:51; Matthew 26:57
  14. 14 John 11:49–52
  15. 15 Luke 22:54; Mark 14:54; Matthew 26:58–68; Matthew 26:3
  16. 16 Luke 22:55–57; Matthew 26:69; Mark 14:66–68
  17. 17 Matthew 26:69–70; Mark 14:66–68; John 18:25; Matthew 26:33; Luke 22:56–57
  18. 18 Mark 14:54; John 18:25; Luke 22:55–56; Mark 14:67; Psalm 26:4–10
  19. 19 Mark 14:55–65; Luke 20:20; Luke 11:53–54; Matthew 26:59–68; Luke 22:63–71
  20. 20 John 7:26; Isaiah 48:16; Matthew 4:23; Luke 21:37; Matthew 26:55
  21. 21 Luke 22:67; Mark 14:55–59; Matthew 26:59–60; Acts 24:18–20; Acts 24:12–13
  22. 22 John 19:3; Luke 22:63–64; Mark 14:65; Isaiah 50:5–7; Matthew 26:67–68
  23. 23 1 Peter 2:20–23; 2 Corinthians 10:1; Matthew 5:39; Acts 23:2–5
  24. 24 John 18:13; Matthew 26:57
  25. 25 Mark 14:67–72; John 18:17–18; Matthew 26:71–75; Proverbs 29:25; Genesis 18:15
  26. 26 John 18:10; John 18:1; Mark 14:70–71; Luke 22:59–60; Matthew 26:73
  27. 27 John 13:38; Mark 14:71–72; Luke 22:60–62; Matthew 26:34; Mark 14:30
  28. 28 John 18:33; John 19:9; John 19:14; Mark 15:1–5; Matthew 27:27
  29. 29 Mark 15:2–5; Matthew 27:23; Matthew 27:11–14; Luke 23:2–3; Acts 23:28–30
  30. 30 Mark 15:3; John 19:12; Luke 23:2–5; Mark 10:33; Luke 20:19–26
  31. 31 John 19:6–7; John 19:15; Ezekiel 21:26–27; Acts 25:18–20; Hosea 3:4–5
  32. 32 John 3:14; Matthew 26:2; Matthew 20:19; John 12:32–33; Luke 18:32–33
  33. 33 Luke 23:3–4; John 19:3; Acts 2:34–36; John 12:13; Zechariah 9:9
  34. 35 John 19:11; Acts 22:22–24; Acts 25:19–20; John 19:6; Nehemiah 4:2
  35. 36 Luke 17:20–21; Colossians 1:12–14; John 6:15; Romans 14:17; Daniel 2:44
  36. 37 1 John 4:6; John 8:47; John 8:14; John 10:26–27; 1 John 3:19
  37. 38 John 19:4; John 19:6; Luke 23:4; Acts 17:32; Acts 24:25–26
  38. 39 Matthew 27:15–18; Mark 15:6–14; Luke 23:16–23; Matthew 27:20–23
  39. 40 Matthew 27:26; Mark 15:15; Matthew 27:16; Luke 23:25; Mark 15:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 18:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVIII — 1-12)

    When the grand and lengthened discourse was concluded which the Lord delivered after supper, and on the eve of shedding His blood for us, to the disciples who were then with Him, and had added the prayer addressed to His Father, the evangelist John began thereafter the narrative of His passion in these words: "When Jesus had so spoken, He …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 18:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXXIII)

    An awful thing is death, and very full of terror, but not to those who have learnt the true wisdom which is above. For he that knows nothing certain concerning things to come, but deems it to be a certain dissolution and end of life, with reason shudders and is afraid, as though he were passing into non-existence.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 18:23 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XVIII–XIX)

    … the precepts which He taught, did not offer the other cheek to the servant of the high priest when smiting Him thereon; but, so far from that, said, "If I have spoken evil, hear witness of the evil; but if well, why smitest thou me?" Yet was He not on that account unprepared in heart, for the salvation of all, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 18:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXV)

    For, because both continued with Him at His crucifixion, taking away the ground of his own commendation, he saith, "That disciple was known unto the high priest." But James survived not a long time, but from the beginning he was so greatly filled with warmth, and so forsook all the things of men, and mounted up to an height unutterable, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 18:8 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    Ought he not to have followed the example of Jesus, and said, If ye seek Me, let these go their way?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)