Skip to the text

Luke · Byzantine Textform (Robinson-Pierpont 2018)

Luke 23 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ανασταν απαν το πληθοσ αυτων ηγαγον αυτον επι τον πιλατον
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
2 ηρξαντο δε κατηγορειν αυτου λεγοντεσ τουτον ευρομεν διαστρεφοντα το εθνοσ και κωλυοντα καισαρι φορουσ διδοναι λεγοντα εαυτον χριστον βασιλεα ειναι
2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
3 ο δε πιλατοσ επηρωτησεν αυτον λεγων συ ει ο βασιλευσ των ιουδαιων ο δε αποκριθεισ αυτω εφη συ λεγεισ
3 ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
4 ο δε πιλατοσ ειπεν προσ τουσ αρχιερεισ και τουσ οχλουσ ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω
4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
5 οι δε επισχυον λεγοντεσ οτι ανασειει τον λαον διδασκων καθ ολησ τησ ιουδαιασ αρξαμενοσ απο τησ γαλιλαιασ εωσ ωδε
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 πιλατοσ δε ακουσασ γαλιλαιαν επηρωτησεν ει ο ανθρωποσ γαλιλαιοσ εστιν
6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι,
7 και επιγνουσ οτι εκ τησ εξουσιασ ηρωδου εστιν ανεπεμψεν αυτον προσ ηρωδην οντα και αυτον εν ιεροσολυμοισ εν ταυταισ ταισ ημεραισ
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 ο δε ηρωδησ ιδων τον ιησουν εχαρη λιαν ην γαρ θελων εξ ικανου ιδειν αυτον δια το ακουειν πολλα περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον
8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
9 επηρωτα δε αυτον εν λογοισ ικανοισ αυτοσ δε ουδεν απεκρινατο αυτω
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 ειστηκεισαν δε οι αρχιερεισ και οι γραμματεισ ευτονωσ κατηγορουντεσ αυτου
10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 εξουθενησασ δε αυτον ο ηρωδησ συν τοισ στρατευμασιν αυτου και εμπαιξασ περιβαλων αυτον εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω
11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 εγενοντο δε φιλοι ο τε πιλατοσ και ο ηρωδησ εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντεσ προσ εαυτουσ
12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
13 πιλατοσ δε συγκαλεσαμενοσ τουσ αρχιερεισ και τουσ αρχοντασ και τον λαον
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
14 ειπεν προσ αυτουσ προσηνεγκατε μοι τον ανθρωπον τουτον ωσ αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινασ ουδεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου
14 εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ.
15 αλλ ουδε ηρωδησ ανεπεμψα γαρ υμασ προσ αυτον και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω
15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.
16 παιδευσασ ουν αυτον απολυσω
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
17 αναγκην δε ειχεν απολυειν αυτοισ κατα εορτην ενα
17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
18 ανεκραξαν δε παμπληθει λεγοντεσ αιρε τουτον απολυσον δε ημιν βαραββαν
18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·
19 οστισ ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βεβλημενοσ εισ φυλακην
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν.
20 παλιν ουν ο πιλατοσ προσεφωνησεν θελων απολυσαι τον ιησουν
20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 οι δε επεφωνουν λεγοντεσ σταυρωσον σταυρωσον αυτον
21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν.
22 ο δε τριτον ειπεν προσ αυτουσ τι γαρ κακον εποιησεν ουτοσ ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσασ ουν αυτον απολυσω
22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 οι δε επεκειντο φωναισ μεγαλαισ αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων και των αρχιερεων
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
24 ο δε πιλατοσ επεκρινεν γενεσθαι το αιτημα αυτων
24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν,
25 απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εισ την φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων
25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
26 και ωσ απηγαγον αυτον επιλαβομενοι σιμωνοσ τινοσ κυρηναιου ερχομενου απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.
27 ηκολουθει δε αυτω πολυ πληθοσ του λαου και γυναικων αι και εκοπτοντο και εθρηνουν αυτον
27 ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 στραφεισ δε προσ αυτασ ο ιησουσ ειπεν θυγατερεσ ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτασ κλαιετε και επι τα τεκνα υμων
28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
29 οτι ιδου ερχονται ημεραι εν αισ ερουσιν μακαριαι αι στειραι και κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθηλασαν
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.
30 τοτε αρξονται λεγειν τοισ ορεσιν πεσετε εφ ημασ και τοισ βουνοισ καλυψατε ημασ
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς·
31 οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι
32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
33 και οτε απηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τουσ κακουργουσ ον μεν εκ δεξιων ον δε εξ αριστερων
33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
34 ο δε ιησουσ ελεγεν πατερ αφεσ αυτοισ ου γαρ οιδασιν τι ποιουσιν διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρον
34 ὁ δὲ Ἰησοῦς ἔλεγε· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλλον κλῆρον.
35 και ειστηκει ο λαοσ θεωρων εξεμυκτηριζον δε και οι αρχοντεσ συν αυτοισ λεγοντεσ αλλουσ εσωσεν σωσατω εαυτον ει ουτοσ εστιν ο χριστοσ ο του θεου εκλεκτοσ
35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός.
36 ενεπαιζον δε αυτω και οι στρατιωται προσερχομενοι και οξοσ προσφεροντεσ αυτω
36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
37 και λεγοντεσ ει συ ει ο βασιλευσ των ιουδαιων σωσον σεαυτον
37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
38 ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοισ και ρωμαικοισ και εβραικοισ ουτοσ εστιν ο βασιλευσ των ιουδαιων
38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
39 εισ δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων ει συ ει ο χριστοσ σωσον σεαυτον και ημασ
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 αποκριθεισ δε ο ετεροσ επετιμα αυτω λεγων ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 και ημεισ μεν δικαιωσ αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτοσ δε ουδεν ατοπον επραξεν
41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
42 και ελεγεν τω ιησου μνησθητι μου κυριε οταν ελθησ εν τη βασιλεια σου
42 καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
43 και ειπεν αυτω ο ιησουσ αμην λεγω σοι σημερον μετ εμου εση εν τω παραδεισω
43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 ην δε ωσει ωρα εκτη και σκοτοσ εγενετο εφ ολην την γην εωσ ωρασ ενατησ
44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος,
45 και εσκοτισθη ο ηλιοσ και εσχισθη το καταπετασμα του ναου μεσον
45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον·
46 και φωνησασ φωνη μεγαλη ο ιησουσ ειπεν πατερ εισ χειρασ σου παραθησομαι το πνευμα μου και ταυτα ειπων εξεπνευσεν
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
47 ιδων δε ο εκατονταρχοσ το γενομενον εδοξασεν τον θεον λεγων οντωσ ο ανθρωποσ ουτοσ δικαιοσ ην
47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
48 και παντεσ οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρουντεσ τα γενομενα τυπτοντεσ εαυτων τα στηθη υπεστρεφον
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
49 ειστηκεισαν δε παντεσ οι γνωστοι αυτου μακροθεν και γυναικεσ αι συνακολουθησασαι αυτω απο τησ γαλιλαιασ ορωσαι ταυτα
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 και ιδου ανηρ ονοματι ιωσηφ βουλευτησ υπαρχων ανηρ αγαθοσ και δικαιοσ
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος —
51 ουτοσ ουκ ην συγκατατεθειμενοσ τη βουλη και τη πραξει αυτων απο αριμαθαιασ πολεωσ των ιουδαιων οσ και προσεδεχετο και αυτοσ την βασιλειαν του θεου
51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν — ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ,
52 ουτοσ προσελθων τω πιλατω ητησατο το σωμα του ιησου
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
53 και καθελων αυτο ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτο εν μνηματι λαξευτω ου ουκ ην ουδεπω ουδεισ κειμενοσ
53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος·
54 και ημερα ην παρασκευη σαββατον επεφωσκεν
54 καὶ ἡμέρα ἦν παρασκευή, σάββατον ἐπέφωσκε.
55 κατακολουθησασαι δε γυναικεσ αιτινεσ ησαν συνεληλυθυιαι αυτω εκ τησ γαλιλαιασ εθεασαντο το μνημειον και ωσ ετεθη το σωμα αυτου
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Cited in the guide: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Cited in the guide: Matthew 27:32; Mark 15:21; Luke 23:26

Cross references (53)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 27:1–2; Mark 15:1–5; Matthew 27:11–14; Luke 22:66; John 18:28–38
  2. 2 Acts 17:6–7; Luke 23:14; John 19:12; Mark 14:61–62; Luke 22:69–70
  3. 3 John 1:49; 1 Timothy 6:13; Luke 1:32–33; Mark 15:2; Luke 22:70
  4. 4 John 18:38; 1 Peter 1:19; 1 Peter 2:22; Hebrews 7:26; Mark 15:14
  5. 5 John 1:43; John 2:11; Mark 1:14; Matthew 4:23; John 19:15
  6. 6 Acts 5:37; Luke 13:1
  7. 7 Luke 3:1; Luke 13:31; Matthew 14:1
  8. 8 Luke 9:7–9; Mark 6:14; Matthew 14:1; 2 Kings 5:11; Acts 8:19
  9. 9 Matthew 27:14; 1 Peter 2:23; Luke 13:32; Isaiah 53:7; Psalm 39:9
  10. 10 Luke 23:14–15; Luke 11:53; Luke 23:5; Luke 23:2; Acts 24:5
  11. 11 Mark 15:16–20; Matthew 27:27–30; Isaiah 53:3; Psalm 69:19–20; John 19:5
  12. 12 Acts 4:27; Revelation 17:13–14; Matthew 16:1; Psalm 83:4–6
  13. 13 John 18:38; Matthew 27:21–23; Mark 15:14; John 19:4
  14. 14 Daniel 6:4; Hebrews 7:26; Luke 23:4–5; Acts 13:28; Matthew 27:19
  15. 16 Matthew 27:26; Luke 23:22; Mark 15:15; Isaiah 53:5; Acts 5:40–41
  16. 18 Acts 21:36; Acts 3:14; Acts 22:22; John 18:39–40; Mark 15:6–15
  17. 19 Acts 3:14; Luke 23:5; Luke 23:2
  18. 20 Mark 15:15; Matthew 14:8–9; John 19:12; Matthew 27:19
  19. 21 Matthew 27:22–25; Luke 23:23; Mark 15:13; John 19:15
  20. 22 Luke 23:14; Luke 23:20; 1 Peter 3:18; Luke 23:16; 1 Peter 1:19
  21. 23 Zechariah 11:8; Psalm 57:4; Psalm 22:12–13; Luke 23:5
  22. 24 Matthew 27:26; Proverbs 17:15; Exodus 23:2; Mark 15:15; John 19:1
  23. 25 Acts 3:14; Mark 15:15; Mark 15:6–7; Matthew 27:26; Luke 23:5
  24. 26 Matthew 27:32–44; Mark 15:21–32; Luke 9:23; Acts 2:10; Luke 14:27
  25. 27 Luke 8:52; Luke 8:2; Mark 15:40; Luke 23:55; Matthew 27:55
  26. 28 Song of Songs 8:4; Song of Songs 2:7; Song of Songs 1:5; Song of Songs 3:10; Song of Songs 5:8
  27. 29 Matthew 24:19; Luke 21:23–24; Mark 13:17–19; Hosea 9:12–16; Hosea 13:16
  28. 30 Revelation 6:16; Hosea 10:8; Isaiah 2:19; Revelation 9:6
  29. 31 1 Peter 4:17–18; Proverbs 11:31; John 15:6; Ezekiel 20:47–48; Ezekiel 15:2–7
  30. 32 Mark 15:27; Isaiah 53:12; Matthew 27:38; John 19:18; Hebrews 12:2
  31. 33 Mark 15:22–23; John 19:17–18; Zechariah 12:10; Matthew 27:33–34; Deuteronomy 21:23
  32. 34 Matthew 5:44; Acts 7:60; 1 Peter 3:9; 1 Peter 2:20–23; Luke 6:27–28
  33. 35 Psalm 22:17; Isaiah 42:1; 1 Peter 2:4; Mark 15:29–32; Matthew 12:18
  34. 36 Psalm 69:21; Matthew 27:48; Matthew 27:34; Mark 15:36; Mark 15:19–20
  35. 38 Matthew 27:37; Mark 15:26; John 19:19–22; Luke 23:3; Mark 15:32
  36. 39 Matthew 27:44; Mark 15:32; Luke 23:35; Luke 23:37; Luke 17:34–35
  37. 40 Luke 12:5; Revelation 15:4; Ephesians 5:11; Psalm 36:1; Jeremiah 5:3
  38. 41 Leviticus 26:40–41; Ezra 9:13; Matthew 27:4; 1 Peter 1:19; Matthew 27:24
  39. 42 Romans 10:9–14; Acts 16:31; 1 John 5:11–13; 1 Corinthians 6:10–11; Luke 12:8
  40. 43 Revelation 2:7; Psalm 50:15; 1 Timothy 1:15–16; Luke 19:10; Psalm 32:5
  41. 44 Matthew 27:45; Mark 15:33–34; Amos 8:9; Acts 2:20; John 19:14
  42. 45 Hebrews 10:19–22; Matthew 27:51; Hebrews 9:3–8; Mark 15:38; Ephesians 2:14–18
  43. 46 Psalm 31:5; Acts 7:59; John 19:30; 1 Peter 2:23; Mark 15:34–41
  44. 47 Matthew 27:54; Mark 15:39; Luke 23:41; Matthew 9:8
  45. 48 Luke 18:13; Acts 2:37; Jeremiah 31:19
  46. 49 Luke 8:2; Psalm 38:11; Luke 23:55; Matthew 27:55–56; Mark 15:40–41
  47. 50 John 19:38–42; Acts 11:24; Acts 10:22; Acts 10:2; Mark 15:42–47
  48. 51 Luke 2:25; Luke 2:38; Isaiah 8:12; Genesis 37:21–22; Genesis 42:21–22
  49. 52 John 19:38–42
  50. 53 Matthew 27:59–60; Mark 15:46; Isaiah 53:9
  51. 54 Matthew 27:62; John 19:31; Mark 15:42; John 19:14; John 19:42
  52. 55 Luke 23:49; Luke 8:2; Matthew 27:61; Mark 15:47
  53. 56 Luke 24:1; Mark 16:1; Deuteronomy 5:14; Exodus 20:8–10; Jeremiah 17:24–25

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 23:34 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    And from this fact, that He exclaimed upon the cross, "Father, forgive them, for they know not what they do," the long-suffering, patience, compassion, and goodness of Christ are exhibited, since He both suffered, and did Himself exculpate those who had maltreated Him.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 23:34 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 30–32)

    … be mindful of mercy." What is this but that He puts Himself for the Jews, of whose nation He was, who were troubled with great anger and crucified Christ, when He, mindful of mercy, said, "Father, forgive them, for they know not what they do? "God shall come from Teman, and the Holy One from the shady and close mountain." …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 23:40 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIII)

    … judge others, when one is chargeable with the same things." And why marvel at His establishing this law, when even the very thief knew it upon the cross, saying to the other thief, "Dost not thou fear God, seeing we are in the same condemnation;" expressing the same sentiments with Christ?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 23:41 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    There is yet another witness of the sinlessness of Jesus,--the robber, the first man admitted into Paradise; who rebuked his fellow, and said, "We receive the due reward of our deeds; but this man hath done nothing amiss; for we were present, both thou and I, at His judgment."

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 23:34 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XXI–XXII)

    And on this account our Lord also on the cross says, "Father, forgive them; for they know not what they do:" for, not yet having become partakers of the grace of the Holy Spirit, they had not yet entered the fellowship of the holy brotherhood.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)