Vamvas Modern Greek Bible: Vamvas (1850) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Άνδρες αδελφοί και πατέρες, ακούσατέ με απολογούμενον τώρα προς εσάς. 1 “Brothers and fathers, listen to the defense which I now make to you.”
1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 Ακούσαντες δε ότι ελάλει προς αυτούς εις την Εβραϊκήν διάλεκτον, έδειξαν περισσοτέραν ησυχίαν. Και είπεν· 2 When they heard that he spoke to them in the Hebrew language, they were even more quiet. He said,
2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
3 Εγώ μεν είμαι άνθρωπος Ιουδαίος, γεγεννημένος εν Ταρσώ της Κιλικίας, ανατεθραμμένος δε εν τη πόλει ταύτη παρά τους πόδας του Γαμαλιήλ, πεπαιδευμένος κατά την ακρίβειαν του πατροπαραδότου νόμου, ζηλωτής ων του Θεού, καθώς πάντες σεις είσθε σήμερον· 3 “I am indeed a Jew, born in Tarsus of Cilicia, but brought up in this city at the feet of Gamaliel, instructed according to the strict tradition of the law of our fathers, being zealous for God, even as you all are today.
3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
4 όστις κατέτρεξα μέχρι θανάτου ταύτην την οδόν, δεσμεύων και παραδίδων εις φυλακάς άνδρας τε και γυναίκας, 4 I persecuted this Way to the death, binding and delivering into prisons both men and women,
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 καθώς και ο αρχιερεύς μαρτυρεί εις εμέ και όλον το πρεσβυτέριον· παρά των οποίων και επιστολάς λαβών προς τους αδελφούς, επορευόμην εις Δαμασκόν διά να φέρω δεδεμένους εις Ιερουσαλήμ και τους εκεί όντας, διά να τιμωρηθώσιν. 5 as also the high priest and all the council of the elders testify, from whom also I received letters to the brothers, and traveled to Damascus to bring them also who were there to Jerusalem in bonds to be punished.
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 Ενώ δε οδοιπορών επλησίαζον εις την Δαμασκόν, περί την μεσημβρίαν εξαίφνης έστραψε περί εμέ φως πολύ εκ του ουρανού, 6 “As I made my journey and came close to Damascus, about noon suddenly a great light shone around me from the sky.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 και έπεσον εις το έδαφος και ήκουσα φωνήν λέγουσαν προς εμέ· Σαούλ, Σαούλ, τι με διώκεις; 7 I fell to the ground and heard a voice saying to me, ‘Saul, Saul, why are you persecuting me?’
7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 Εγώ δε απεκρίθην· Τις είσαι, Κύριε; Και είπε προς εμέ· Εγώ είμαι Ιησούς ο Ναζωραίος, τον οποίον συ διώκεις. 8 I answered, ‘Who are you, Lord?’ He said to me, ‘I am Jesus of Nazareth, whom you persecute.’
8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9 Οι όντες δε μετ' εμού το μεν φως είδον και κατεφοβήθησαν, την φωνήν όμως του λαλούντος προς εμέ δεν ήκουσαν. 9 “Those who were with me indeed saw the light and were afraid, but they didn’t understand the voice of him who spoke to me.
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 Και είπον· Τι να κάμω, Κύριε; Και ο Κύριος είπε προς εμέ· Σηκωθείς ύπαγε εις Δαμασκόν, και εκεί θέλει σοι λαληθή περί πάντων όσα είναι διωρισμένα να κάμης. 10 I said, ‘What shall I do, Lord?’ The Lord said to me, ‘Arise, and go into Damascus. There you will be told about all things which are appointed for you to do.’
10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 Και επειδή εκ της λαμπρότητος του φωτός εκείνου δεν έβλεπον, χειραγωγούμενος υπό των όντων μετ' εμού ήλθον εις Δαμασκόν. 11 When I couldn’t see for the glory of that light, being led by the hand of those who were with me, I came into Damascus.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 Ανανίας δε τις, άνθρωπος ευσεβής κατά τον νόμον, μαρτυρούμενος υπό πάντων των εκεί κατοικούντων Ιουδαίων, 12 “One Ananias, a devout man according to the law, well reported of by all the Jews who lived in Damascus,
12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων [ἐν Δαμασκῷ] Ἰουδαίων,
13 ήλθε προς εμέ και σταθείς επάνω μου μοι, είπε· Σαούλ αδελφέ, ανάβλεψον. Και εγώ τη αυτή ώρα ανέβλεψα εις αυτόν. 13 came to me, and standing by me said to me, ‘Brother Saul, receive your sight!’ In that very hour I looked up at him.
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 Ο δε είπεν· Ο Θεός των πατέρων ημών σε διώρισε να γνωρίσης το θέλημα αυτού και να ίδης τον δίκαιον και να ακούσης φωνήν εκ του στόματος αυτού, 14 He said, ‘The God of our fathers has appointed you to know his will, and to see the Righteous One, and to hear a voice from his mouth.
14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 διότι θέλεις είσθαι μάρτυς περί αυτού προς πάντας τους ανθρώπους των όσα είδες και ήκουσας. 15 For you will be a witness for him to all men of what you have seen and heard.
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 Και τώρα τι βραδύνεις; σηκωθείς βαπτίσθητι και απολούσθητι από των αμαρτιών σου, επικαλεσθείς το όνομα του Κυρίου. 16 Now why do you wait? Arise, be baptized, and wash away your sins, calling on the name of the Lord.’
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
17 Αφού δε υπέστρεψα εις Ιερουσαλήμ, ενώ προσηυχόμην εν τω ιερώ, ήλθον εις έκστασιν 17 “When I had returned to Jerusalem and while I prayed in the temple, I fell into a trance
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
18 και είδον αυτόν λέγοντα προς εμέ· Σπεύσον και έξελθε ταχέως εξ Ιερουσαλήμ, διότι δεν θέλουσι παραδεχθή την περί εμού μαρτυρίαν σου. 18 and saw him saying to me, ‘Hurry and get out of Jerusalem quickly, because they will not receive testimony concerning me from you.’
18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
19 Και εγώ είπον· Κύριε, αυτοί εξεύρουσιν ότι εγώ εφυλάκιζον και έδερον εν ταις συναγωγαίς τους πιστεύοντας εις σέ· 19 I said, ‘Lord, they themselves know that I imprisoned and beat in every synagogue those who believed in you.
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20 και ότε εχύνετο το αίμα Στεφάνου του μάρτυρός σου, και εγώ ήμην παρών και συνεφώνουν εις τον φόνον αυτού και εφύλαττον τα ιμάτια των φονευόντων αυτόν. 20 When the blood of Stephen, your witness, was shed, I also was standing by, consenting to his death, and guarding the cloaks of those who killed him.’
20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 Και είπε προς εμέ· Ύπαγε, διότι εγώ θέλω σε εξαποστείλει εις έθνη μακράν. 21 “He said to me, ‘Depart, for I will send you out far from here to the Gentiles.’ ”
21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Και μέχρι τούτου του λόγου ήκουον αυτόν· τότε δε ύψωσαν την φωνήν αυτών, λέγοντες· Σήκωσον από της γης τον τοιούτον· διότι δεν πρέπει να ζη. 22 They listened to him until he said that; then they lifted up their voice and said, “Rid the earth of this fellow, for he isn’t fit to live!”
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 Και επειδή αυτοί εκραύγαζον και ετίναζον τα ιμάτια και έρριπτον κονιορτόν εις τον αέρα, 23 As they cried out, threw off their cloaks, and threw dust into the air,
23 κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 ο χιλίαρχος προσέταξε να φερθή εις το φρούριον, παραγγείλας να εξετασθή διά μαστίγων, διά να γνωρίση διά ποίαν αιτίαν εφώναζον ούτω κατ' αυτού. 24 the commanding officer commanded him to be brought into the barracks, ordering him to be examined by scourging, that he might know for what crime they shouted against him like that.
24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 Και καθώς εξήπλωσεν αυτόν δεδεμένον με τα λωρία, ο Παύλος είπε προς τον παρεστώτα εκατόνταρχον· Είναι τάχα νόμιμον εις εσάς άνθρωπον Ρωμαίον και ακατάκριτον να μαστιγόνητε; 25 When they had tied him up with straps, Paul asked the centurion who stood by, “Is it lawful for you to scourge a man who is a Roman, and not found guilty?”
25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 Ακούσας δε ο εκατόνταρχος, υπήγε και απήγγειλε προς τον χιλίαρχον, λέγων· Βλέπε τι μέλλεις να κάμης· διότι ο άνθρωπος ούτος είναι Ρωμαίος. 26 When the centurion heard it, he went to the commanding officer and told him, “Watch what you are about to do, for this man is a Roman!”
26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
27 Προσελθών δε ο χιλίαρχος, είπε προς αυτόν· Λέγε μοι, συ Ρωμαίος είσαι; Ο δε είπε· Ναι. 27 The commanding officer came and asked him, “Tell me, are you a Roman?” He said, “Yes.”
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ῥωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
28 Και απεκρίθη ο χιλίαρχος· Εγώ διά πολλών χρημάτων απέκτησα ταύτην την πολιτογράφησιν. Ο δε Παύλος είπεν· Αλλ' εγώ και εγεννήθην Ρωμαίος. 28 The commanding officer answered, “I bought my citizenship for a great price.” Paul said, “But I was born a Roman.”
28 ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29 Ευθύς λοιπόν απεσύρθησαν απ' αυτού οι μέλλοντες να βασανίσωσιν αυτόν. Και ο χιλίαρχος έτι εφοβήθη γνωρίσας ότι είναι Ρωμαίος, και διότι είχε δέσει αυτόν. 29 Immediately those who were about to examine him departed from him, and the commanding officer also was afraid when he realized that he was a Roman, because he had bound him.
29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
30 Τη δε επαύριον θέλων να μάθη το βέβαιον, περί τίνος κατηγορείται παρά των Ιουδαίων, έλυσεν αυτόν από των δεσμών, και προσέταξε να έλθωσιν οι αρχιερείς και όλον το συνέδριον αυτών και καταβιβάσας τον Παύλον, έστησεν έμπροσθεν αυτών. 30 But on the next day, desiring to know the truth about why he was accused by the Jews, he freed him from the bonds and commanded the chief priests and all the council to come together, and brought Paul down and set him before them.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.