1 Ἐν ἔτει τρώτῳ τῷ Βαλτάσαρ βασιλέως Χαλδαίων, Δανιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ τὸ ἐνύπνιον αὐτοῦ ἔγραψεν. 2 Ἐγὼ Δανιὴλ ἐθεώρουν· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην· 3 Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. 4 Τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξῄρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. 5 Καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκτῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρεῖς πλευραὶ ἐν τῷ στόματι αὐτῆς, ἀναμέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ, ἀνάστηθι, φάγε σάρκας πολλάς. 6 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ παρδάλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. 7 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον, καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα δέκα αὐτῷ. 8 Προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. 9 Ἐθεώρουν ἕως ὅτου οἱ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. 10 Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. 11 Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. 12 Καὶ τῶν λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχὴ, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ. 13 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ. 14 Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. 15 Ἔφριξε τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιὴλ, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. 16 Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ μαθεῖν περὶ πάντων τούτων· καὶ εἶπέ μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέ μοι. 17 Ταῦτα τὰ θηρία τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται· 18 καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων. 19 Καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηοίου τοῦ τετάρτου· ὃτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, φοβερὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον, καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· 20 Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ ἐτέρου τοῦ ἀναβάντος, καὶ ἐκτινάξαντος τῶν πρώτων, ᾧ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. 21 Ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτοὺς, 22 ἕως οὗ ἦλθεν ὁ παλαιὸς ἡμερῶν, καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. 23 Καὶ εἶπε, τὸ θηρίον τὸ τέταρτον, βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει. 24 Καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει, 25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καί γε ἥμισυ καιροῦ. 26 Καὶ τὸ κριτήριον ἐκάθισε, καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι, καὶ τοῦ ἀπολέσαι ἕως τέλους. 27 Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται. Ἕως ὧδε τὸ πέρας τοῦ λόγου· 28 ἐγὼ Δανιήλ, οἱ διαλογισμοί μου ἐπὶ πολὺ συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα.
Daniel (griego) · Septuaginta griega de Brenton
Daniel (griego) 7 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (28)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Daniel 5:1; Jeremías 23:28; Amós 3:7; Daniel 4:5; Daniel 1:17
- 2 Apocalipsis 7:1; Apocalipsis 17:15
- 3 Apocalipsis 13:1; Daniel 7:17; Daniel 2:32–33; Daniel 7:4–8; Ezequiel 19:3–8
- 4 Jeremías 4:7; Isaías 14:13–17; Daniel 5:18–23; Ezequiel 17:3; Habacuc 1:6–8
- 5 Daniel 2:39; Jeremías 50:21–32; Oseas 13:8; 2 Reyes 2:24; Isaías 13:17–18
- 6 Apocalipsis 13:2; Daniel 11:3–20; Daniel 8:20–22; Daniel 2:39; Oseas 13:7
- 7 Apocalipsis 13:1; Apocalipsis 12:3; Apocalipsis 17:12; Daniel 7:23–24; Daniel 7:19–20
- 8 Apocalipsis 13:5–6; Apocalipsis 13:1; Salmo 12:3; Apocalipsis 13:11–13; Apocalipsis 9:7
- 9 Apocalipsis 1:14; Marcos 9:3; Daniel 7:13; Mateo 17:2; Daniel 7:22
- 10 Isaías 30:27; Deuteronomio 33:2; Apocalipsis 20:11–15; Salmo 50:3; Apocalipsis 5:11
- 11 Apocalipsis 19:20; Apocalipsis 20:10; Daniel 7:8; 2 Tesalonicenses 2:8; Apocalipsis 18:8
- 12 Daniel 8:7
- 13 Mateo 26:64; Apocalipsis 1:7; Lucas 21:27; Apocalipsis 14:14; Mateo 24:30
- 14 Apocalipsis 11:15; Daniel 7:27; Daniel 2:44; Juan 3:35; 1 Corintios 15:24–28
- 15 Daniel 7:28; Jeremías 17:16; Romanos 9:2–3; 2 Pedro 1:14; Daniel 2:1
- 16 Apocalipsis 7:13–14; Zacarías 2:3; Daniel 7:10; Apocalipsis 5:5; Daniel 12:5–6
- 17 Apocalipsis 13:11; Daniel 7:3–4; Salmo 17:14; Juan 18:36; Apocalipsis 13:1
- 18 Daniel 7:27; Isaías 60:12–14; Apocalipsis 5:10; Apocalipsis 20:4; Apocalipsis 2:26–27
- 19 Daniel 7:7; Daniel 2:40–43
- 20 Daniel 7:8; Daniel 7:23; Daniel 7:11; Daniel 8:9–11; Daniel 11:36–37
- 21 Daniel 12:7; Apocalipsis 17:14; Daniel 8:24; Apocalipsis 13:5–18; Apocalipsis 12:3–4
- 22 Daniel 7:18; Apocalipsis 20:4; Apocalipsis 5:10; 2 Tesalonicenses 2:8; Apocalipsis 14:8–20
- 23 Daniel 7:7; Daniel 2:40; Lucas 2:1
- 24 Daniel 7:20; Daniel 11:36; Apocalipsis 13:1; Apocalipsis 17:3; Apocalipsis 17:16–18
- 25 Daniel 12:7; Apocalipsis 12:14; 2 Tesalonicenses 2:4; Apocalipsis 13:5–11; Apocalipsis 12:6
- 26 Apocalipsis 20:10–11; Apocalipsis 11:13; 2 Tesalonicenses 2:8; Daniel 7:10–11; Daniel 7:22
- 27 Salmo 72:11; Apocalipsis 11:15; Lucas 1:33; Daniel 7:14; Salmo 22:27
- 28 Lucas 2:19; Lucas 2:51; Daniel 4:19; Daniel 7:15; Daniel 12:9
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
For the Scripture saith, "Ten thousand times ten thousand stood around Him, and thousands of thousands ministered unto Him, and cried, Holy, holy, holy, [is] the Lord of Sabaoth; the whole creation is full of His glory." And let us therefore, conscientiously gathering together in harmony, cry to Him earnestly, as with one mouth, that we may be made partakers …
The Lord, strong and mighty." And how also He should come again out of heaven with glory, hear what was spoken in reference to this by the prophet Jeremiah. His words are: "Behold, as the Son of man He cometh in the clouds of heaven, and His angels with Him." Chapter LII — Certain fulfilment of prophecy Since, then, we …
And then, again, since there are many, yea, innumerable angels who surround the Creator, as all the prophets acknowledge,--[saying, for instance,] "Ten thousand times ten thousand stood beside Him, and many thousands of thousands ministered unto Him," --then, according to them, the angels of the Pleroma will have as images the angels of the Creator, and the entire creation remains …
… king, who is recognized as Antichrist, and after this the eternal kingdom of the Son of man, that is to say, of Christ, he says, "My spirit was terrified, I Daniel in the midst of my body, and the visions of my head troubled me," etc.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… learned them out of the divine Scriptures used in the Church, and chiefly from the prophecy of Daniel just now read; as Gabriel also the Archangel interpreted it, speaking thus: The fourth beast shall be a fourth kingdom upon earth, which shall surpass all kingdoms.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)