1 Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. 2 Ἰδοὺ, σκότος καλύψει γῆν, καὶ γνόφος ἐπʼ ἔθνη, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. 3 Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. 4 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται. 5 Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, 6 καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. 7 Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιὼθ ἥξουσι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. 8 Τίνες οἵδε, ὡς νεφέλαι πέτονται, καὶ ὡσεὶ περιστεραὶ σὺν νοσσοῖς ἐπʼ ἐμέ; 9 Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετʼ αὐτῶν, καὶ διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. 10 Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε. 11 Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντὸς, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. 12 Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. 13 Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. 14 Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Σιὼν ἀγίου Ἰσραήλ. 15 Διὰ τὸ γεγενῆσθαί σε ἐνκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. 16 Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε Θεὸς Ἰσραήλ. 17 Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων, σιδήρον· καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ· 18 Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα. 19 Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλʼ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. 20 Οὐ γὰρ δύσεται ὁ ἥλιος σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ σοι Κύριός φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου. 21 Καὶ ὁ λαός σου πᾶς δίκαιος, διʼ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ, εἰς δόξαν. 22 Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
Isaías · Septuaginta griega de Brenton
Isaías 60 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (22)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Efesios 5:14; Efesios 5:8; Juan 8:12; Isaías 52:1–2; Isaías 60:19–20
- 2 Colosenses 1:13; 1 Pedro 2:9; Hechos 17:30–31; Efesios 4:17–20; 2 Corintios 4:4–6
- 3 Isaías 49:23; Hechos 13:47; Apocalipsis 21:24; Isaías 2:2–5; Salmo 117:1–2
- 4 Isaías 42:6; Isaías 49:20–22; Isaías 49:18; Gálatas 3:28–29; Isaías 43:6
- 5 Isaías 61:6; Isaías 23:18; Salmo 98:7–9; Hechos 10:45; Isaías 54:2
- 6 Mateo 2:11; Salmo 72:10; Salmo 72:15; 1 Pedro 2:9; Jueces 6:5
- 7 Isaías 56:7; Génesis 25:13; Hebreos 13:15–16; Romanos 12:1; Hageo 2:7–9
- 8 Apocalipsis 7:9; Lucas 13:29; Hebreos 12:1; Isaías 49:21; Isaías 60:4
- 9 Isaías 55:5; Isaías 2:16; Isaías 11:11; Isaías 51:5; Gálatas 4:26
- 10 Isaías 61:5; Isaías 49:23; Apocalipsis 21:26; Isaías 60:3; Zacarías 6:15
- 11 Apocalipsis 21:25–26; Isaías 60:5; Isaías 60:18; Isaías 62:10; Salmo 149:8
- 12 Zacarías 14:12–19; Isaías 54:15; Isaías 14:2; Salmo 2:12; Daniel 2:44–45
- 13 Isaías 35:2; Salmo 96:6; Salmo 132:7; 1 Crónicas 28:2; Esdras 7:27
- 14 Apocalipsis 3:9; Isaías 49:23; Hebreos 12:22; Isaías 45:14; Isaías 1:26
- 15 Isaías 61:7; Jeremías 30:17; Isaías 49:14–23; Jeremías 33:11; Isaías 35:10
- 16 Isaías 49:23; Isaías 66:11–12; Isaías 66:14; Isaías 61:6; Isaías 43:3–4
- 17 Hebreos 11:40; Isaías 30:26; Isaías 1:26; Zacarías 12:8; 1 Reyes 10:21–27
- 18 Isaías 26:1; Isaías 11:9; Zacarías 9:8; Salmo 72:3–7; Isaías 2:4
- 19 Apocalipsis 21:23; Apocalipsis 22:5; Zacarías 2:5; Salmo 36:9; Salmo 3:3
- 20 Apocalipsis 21:4; Salmo 84:11; Isaías 35:10; Salmo 27:1; Malaquías 4:2
- 21 Mateo 15:13; Salmo 37:22; Salmo 37:11; Juan 15:2; Salmo 92:13
- 22 Habacuc 2:3; Hebreos 10:36; Lucas 18:7; Mateo 13:31–32; 2 Pedro 3:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And within a little while ye shall hear that excellent lesson which says, Shine, shine, O thou new Jerusalem; for thy light is come.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)