LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 “Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας, καὶ περιεβάλλετο τὴν δόξαν αὐτῆς. 1 It came to pass on the third day, when she had ceased praying, that she took off her servant’s dress and put on her glorious apparel. Being splendidly dressed and having called upon God the Overseer and Preserver of all things, she took her two maids, and she leaned upon one, as a delicate female, and the other followed bearing her train. She was blooming in the perfection of her beauty. Her face was cheerful and looked lovely, but her heart was filled with fear. Having passed through all the doors, she stood before the king. He was sitting on his royal throne. He had put on all his glorious apparel, covered all over with gold and precious stones, and was very terrifying. And having raised his face resplendent with glory, he looked with intense anger. The queen fell, and changed her color as she fainted. She bowed herself upon the head of the maid who went before her. But God changed the spirit of the king to gentleness, and in intense feeling, he sprang from off his throne, and took her into his arms, until she recovered. He comforted her with peaceful words, and said to her, “What is the matter, Esther? I am your relative. Cheer up! You shall not die, for our command is openly declared to you: ‘Draw near.’”
1a Καὶ γενηθεῖσα ἐπιφανὴς, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην Θεὸν καὶ σωτῆρα, παρέλαβε τὰς δύο ἅβρας, καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς. ·
1b Καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς· καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν, ὡς προσφιλές· ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. ·
1c Καὶ εἰσελθοῦσα πάσας τὰς θύρας, κατέστη ἐνώπιον τοῦ βασιλέως· καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. ·
1d Καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ, ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν· καὶ ἔπεσεν ἡ βασίλισσα, καὶ μετέβαλε τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει· καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. ·
1e Καὶ μετέβαλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη· καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς, καὶ εἶπεν αὐτῇ, ·
1f τί ἐστιν, Ἐσθήρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, οὐ μὴ ἀποθάνῃς· ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστίν, πρόσελθε. ·
2 “Καὶ ἄρας τὴν χρυσῆν ῥάβδον, ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν, καὶ εἶπε, λάλησόν μοι. 2 And having raised the golden sceptre, he laid it upon her neck, and embraced her. He said, “Speak to me.” So she said to him, “I saw you, my lord, as an angel of God, and my heart was troubled for fear of your glory; for you, my lord, are to be wondered at, and your face is full of grace.” While she was speaking, she fainted and fell. Then the king was troubled, and all his servants comforted her.
2a Καὶ εἶπεν αὐτῷ, εἶδόν σε κύριε ὡς ἄγγελον Θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου, ὅτι θαυμαστὸς εἶ κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. ·
2b Ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν, ἔπεσεν ἀπὸ ἐκλύσεως. Καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.” ·
3 Καὶ εἶπεν ὁ βασιλεύς, τί θέλεις, Ἐσθήρ; καὶ τί σου ἐστὶ τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι. 3 The king said, “What do you desire, Esther? What is your request? Ask even to the half of my kingdom, and it shall be yours.”
4 Εἶπε δὲ Ἐσθὴρ, ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχὴν, ἣν ποιήσω σήμερον. 4 Esther said, “Today is a special day. So if it seems good to the king, let both him and Haman come to the feast which I will prepare this day.”
5 Καὶ εἶπεν ὁ βασιλεύς, κατασπεύσατε Ἀμὰν, ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθήρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχὴν, ἣν εἶπεν Ἐσθήρ. 5 The king said, “Hurry and bring Haman here, that we may do as Esther said.” So they both came to the feast about which Esther had spoken.
6 Ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ, τί ἐστι βασίλισσα Ἐσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς. 6 At the banquet, the king said to Esther, “What is your request, queen Esther? You shall have all that you require.”
7 Καὶ εἶπε, τὸ αἴτημά μου, καὶ τὸ ἀξίωμα· 7 She said, “My request and my petition is:
8 Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά. 8 if I have found favor in the king’s sight, let the king and Haman come again tomorrow to the feast which I shall prepare for them, and tomorrow I will do as I have done today.”
9 Καὶ ἐξῆλθεν ὁ Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ, ἐθυμώθη σφόδρα. 9 So Haman went out from the king very glad and merry; but when Haman saw Mordecai the Jew in the court, he was greatly enraged.
10 Καὶ εἰσελθὼν εἰς τὰ ἴδια, ἐκάλεσε τοὺς φίλους, καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ, 10 Having gone into his own house, he called his friends, and his wife Zeresh.
11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ, καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκε, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας. 11 He showed them his wealth and the glory with which the king had invested him, and how he had promoted him to be chief ruler in the kingdom.
12 Καὶ εἶπεν Ἀμὰν, οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν, ἀλλʼ ἢ ἐμὲ, καὶ εἰς τὴν αὔριον κέκλημαι. 12 Haman said, “The queen has called no one to the feast with the king but me, and I am invited tomorrow.
13 Καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ. 13 But these things don’t please me while I see Mordecai the Jew in the court.
14 Καὶ εἶπε πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ, καὶ οἱ φίλοι, κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἶπον τῷ βασιλεῖ, καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ, καὶ εὐφραίνου· καὶ ἤρεσε τὸ ῥῆμα τῷ Ἀμὰν, καὶ ἡτοιμάσθη τὸ ξύλον. 14 Then Zeresh his wife and his friends said to him, “Let a fifty cubit tall gallows be made for you. In the morning you speak to the king, and let Mordecai be hanged on the gallows; but you go in to the feast with the king, and be merry.” The saying pleased Haman, and the gallows was prepared.