1 Εἴσῆλθε δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν, συμπιεῖν τῇ βασιλίσσῃ. 2 Εἶπε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ, τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου; καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 3 Καὶ ἀποκριθεῖσα, εἶπεν, εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου, καὶ ὁ λαός μου τῷ ἀξιώματί μου. 4 Ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως. 5 Εἶπε δὲ ὁ βασιλεὺς, τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο; 6 Εἶπε δὲ Ἐσθὴρ, ἄνθρωπος ἐχθρὸς Ἀμὰν, ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης. 7 Ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν· ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα. 8 Ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου. Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην, ἀξιῶν τὴν βασίλισσαν· εἶπν δὲ ὁ βασιλεὺς, ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. 9 Εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα, ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα· εἶπε δὲ ὁ βασιλεὺς, σταυρωθήτω ἐπʼ αὐτοῦ. 10 Καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ· καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.
Ester (griego) · Septuaginta griega de Brenton
Ester (griego) 7 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Harbona
One of the seven eunuchs who served the king and were sent to bring Queen Vashti. A eunuch Harbonah later tells the king of the gallows Haman built for Mordecai, and Haman is…
Citado en la guía: Esther 1:10; Esther 7:9
Referencias cruzadas (10)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ester 5:8; Ester 3:15
- 2 Juan 16:24; Ester 5:3; Ester 9:12; Ester 5:6
- 3 Jeremías 38:26; Job 2:4; Ester 7:7; Salmo 122:6–9; 2 Reyes 1:13
- 4 Ester 3:9; Ester 3:13; Deuteronomio 28:68; Ester 8:11; Josué 9:23
- 5 Job 9:24; Génesis 27:33; Hechos 5:3
- 6 Job 18:5–12; 2 Tesalonicenses 2:8; 1 Corintios 5:13; Salmo 139:19–22; Salmo 27:2
- 7 Ester 1:12; Apocalipsis 3:9; Proverbios 14:19; 1 Samuel 20:7; Proverbios 19:12
- 8 Ester 1:6; Ester 6:12; Isaías 22:17; Job 9:24; Isaías 49:23
- 9 Salmo 7:15–16; Proverbios 11:5–6; Ester 1:10; Ester 5:14; Salmo 35:8
- 10 Salmo 7:16; Daniel 6:24; Ezequiel 5:13; Jueces 15:7; Ester 2:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias