LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Ὁ δε Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοὺ βασιλέως τὴν νύκτα ἐκείνην· καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 1 The Lord removed sleep from the king that night; so he told his servant to bring in the books, the registers of daily events, to read to him.
2 Εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς, καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. 2 And he found the records written concerning Mordecai, how he had told the king about the king’s two chamberlains, when they were keeping guard, and sought to lay hands on Ahasuerus.
3 Εἶπε δὲ ὁ βασιλεὺς, τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, οὐκ ἐποίησας αὐτῷ οὐδέν. 3 The king said, “What honor or favor have we done for Mordecai?” The king’s servants said, “You haven’t done anything for him.”
4 Ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ· εἶπν δὲ ὁ βασιλεύς, τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ, κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. 4 And while the king was enquiring about the kindness of Mordecai, behold, Haman was in the court. The king said, “Who is in the court? Now Haman had come in to speak to the king about hanging Mordecai on the gallows which he had prepared.
5 Καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν ὁ βασιλεύς, καλέσατε αὐτόν. 5 The king’s servants said, “Behold, Haman stands in the court.” And the king said, “Call him!”
6 Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ Ἀμάν, τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 6 The king said to Haman, “What should I do for the man whom I wish to honor?” Haman said within himself, “Whom would the king honor but myself?”
7 Εἶπε δὲ πρὸς τὸν βασιλέα, ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 7 He said to the king, “As for the man whom the king wishes to honor,
8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφʼ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 8 let the king’s servants bring the robe of fine linen which the king puts on, and the horse on which the king rides,
9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων, καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ· καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως, λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει. 9 and let him give it to one of the king’s noble friends, and let him dress the man whom the king loves. Let him mount him on the horse, and proclaim through the streets of the city, saying, “This is what will be done for every man whom the king honors!”
10 Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, καλῶς ἐλάλησας· οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ, τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας. 10 Then the king said to Haman, “You have spoken well. Do so for Mordecai the Jew, who waits in the palace, and let not a word of what you have spoken be neglected!”
11 Ἔλαβε δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως, καὶ ἐκήρυσσε λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι. 11 So Haman took the robe and the horse, dressed Mordecai, mounted him on the horse, and went through the streets of the city, proclaiming, “This is what will be done for every man whom the king wishes to honor.”
12 Ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν· Ἁμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 12 Then Mordecai returned to the palace; but Haman went home mourning, with his head covered.
13 Καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ, καὶ τοῖς φίλοις· καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι, καὶ ἡ γυνή εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετʼ αὐτοῦ. 13 Haman related the events that had happened to him to Zeresh his wife and to his friends. His friends and his wife said to him, “If Mordecai is of the race of the Jews, and you have begun to be humbled before him, you will assuredly fall; and you will not be able to withstand him, for the living God is with him.”
14 Ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι, ἐπισπεύδοντες τὸν Ἀμὰν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Ἐσθήρ. 14 While they were still speaking, the chamberlains arrived to rush Haman to the banquet which Esther had prepared.