Saltar al texto

Isaías · Septuaginta griega de Brenton

Isaías 49 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Ἀκούσατε μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. 2 Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, 3 καὶ εἶπέ μοι, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι. 4 Καὶ ἐγὼ εἶπα, κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διατοῦτο ἡ κρίσις μου παρὰ· Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. 5 Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεὸς μου ἔσται μοι ἰσχύς. 6 Καὶ εἶπέ μοι, μέγα σοι ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 7 Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. 8 Οὕτως λέγει Κύριος, καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, 9 λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· 10 Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· 11 Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. 12 Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. 13 Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. 14 Εἶπεν δὲ Σιὼν, ἐγκατέλιπέ με Κύριος, καὶ ὅτι Κύριος ἐπελάθετό μου. 15 Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν Κύριος. 16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντὸς, 17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφʼ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. 18 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον νύμφη. 19 Ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 22 Οὕτως λέγει Κύριος Κύριος, ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσι. 23 Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. 24 Μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται; 25 Ὅτι οὕτω λέγει Κύριος, ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· 26 Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται· καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Referencias cruzadas (26)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Jeremías 1:5; Gálatas 1:15; Isaías 44:2; Isaías 49:5; Lucas 1:31
  2. 2 Hebreos 4:12; Apocalipsis 1:16; Isaías 50:4; Apocalipsis 2:12; Isaías 51:16
  3. 3 Isaías 42:1; 1 Pedro 2:9; Isaías 44:23; Juan 17:1; Isaías 52:13
  4. 4 Isaías 35:4; Gálatas 4:11; 2 Corintios 12:15; Isaías 62:11; Isaías 40:10
  5. 5 Juan 3:35; Mateo 17:5; Romanos 15:8; 1 Pedro 3:22; Mateo 28:18
  6. 6 Hechos 13:47; Isaías 42:6; Lucas 2:32; Salmo 98:2–3; Isaías 52:10
  7. 7 1 Pedro 2:4; Mateo 26:67; Isaías 53:3; Isaías 48:17; Salmo 72:10–11
  8. 8 2 Corintios 6:2; Isaías 42:6; Salmo 69:13; Hebreos 12:24; Isaías 61:4
  9. 9 1 Pedro 2:9; Isaías 42:16; Isaías 42:7; Lucas 4:18; Salmo 69:33
  10. 10 Apocalipsis 7:16–17; Mateo 5:6; Ezequiel 34:23; Isaías 33:16; Salmo 121:5–6
  11. 11 Isaías 11:16; Isaías 62:10; Lucas 3:4–5; Isaías 35:8–10; Isaías 40:3–4
  12. 12 Isaías 43:5–6; Lucas 13:29; Isaías 2:2–3; Salmo 72:17; Salmo 72:10–11
  13. 13 Isaías 44:23; Isaías 51:3; Salmo 96:11–13; Isaías 52:9; Isaías 40:1–2
  14. 14 Isaías 40:27; Salmo 22:1; Romanos 11:1–5; Lamentaciones 5:20; Salmo 89:38–46
  15. 15 Isaías 44:21; Salmo 103:13; Mateo 7:11; Jeremías 31:20; Oseas 11:1
  16. 16 Hageo 2:23; Isaías 60:18; Isaías 62:6; Cantar de los Cantares 8:6; Isaías 26:1
  17. 17 Isaías 51:13; Isaías 62:5; Isaías 51:22–23; Ezequiel 28:24; Isaías 51:18–20
  18. 18 Isaías 54:1–3; Isaías 61:10; Isaías 66:12–13; Isaías 54:9; Isaías 54:7
  19. 19 Zacarías 10:10; Isaías 54:1–2; Jeremías 30:18–19; Isaías 49:25–26; Isaías 51:3
  20. 20 Josué 17:14–16; Gálatas 4:26–28; Oseas 1:10; Isaías 60:4; 2 Reyes 6:1
  21. 21 Isaías 64:10; Gálatas 3:29; Isaías 54:3–8; Isaías 5:13; Mateo 24:29–30
  22. 22 Lucas 13:29; Salmo 86:9; Isaías 14:2; Malaquías 1:11; Salmo 67:4–7
  23. 23 Isaías 60:14; Isaías 60:16; Isaías 60:3; Miqueas 7:17; Isaías 45:14
  24. 24 Lucas 11:21–22; Salmo 124:6–7; Mateo 12:29; Ezequiel 37:3; Isaías 42:22
  25. 25 Isaías 54:15–17; Isaías 35:4; Isaías 41:11–12; Jeremías 50:33–34; Isaías 54:13
  26. 26 Isaías 9:20; Isaías 41:14–20; Isaías 9:4; Apocalipsis 16:6; Ezequiel 39:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 49:16 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XXVII)

    … kingdom, the earth has been called again by Christ [to its pristine condition], and Jerusalem rebuilt after the pattern of the Jerusalem above, of which the prophet Isaiah says, "Behold, I have depicted thy walls upon my hands, and thou art always in my sight." And the apostle, too, writing to the Galatians, says in like manner, "But the Jerusalem …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 49:6 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXIX)

    … Prophets foretold, that is, ye have leaves only), "lo, we turn to the Gentiles." For this also was foretold by the Prophets; "Behold, I have given Thee for a light of the Gentiles, that Thou mayest be My salvation unto the end of the earth." See then, the tree hath withered away; and Christ hath been removed unto the Gentiles, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 49:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXII)

    "For though," saith He, "a woman should forget the fruits of her womb, yet will I not forget thee."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 49:1 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    This also the Prophet says in His person, From the bowels of my mother hath He made mention of My name; because the Angel foretold that He should be called Jesus.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 49:8 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVII — 1)

    … salutary doctrine, the Apostle Paul also says, "But when the fullness of the time was come, God sent forth His Son;" and God declares by the prophet, "In an acceptable time have I heard Thee, and in a day of salvation have I helped thee;" and yet again the apostle, "Behold, now is the accepted time; behold, now is the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)