Saltar al texto

Génesis · Septuaginta griega de Brenton

Génesis 27 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ, υἱέ μου· καὶ εἶπεν, ἰδοὺ ἐγώ. 2 Καὶ εἶπεν, ἰδοὺ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου. 3 Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν. 4 Καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. 5 Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ. 6 Ῥεβέκκα δὲ εἶπε πρὸς τὸν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω, ἴδε, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος, 7 Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. 8 Νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι. 9 Καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ. 10 Καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. 11 Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ, ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος. 12 Μή ποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπʼ ἐμαυτὸν κατάραν, καὶ οὐκ εὐλογίαν. 13 Εἶπε δὲ αὐτῷ ἡ μήτηρ, ἐπʼ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ἐπάκουσόν μου τῆς φωνῆς, καὶ πορευθεὶς ἔνεγκέ μοι. 14 Πορευθεὶς δὲ ἔλαβε, καὶ ἤνεγκε τῇ μητρί· καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. 15 Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρʼ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. 16 Καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ. 17 Καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς. 18 Καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ· εἶπε δὲ, πάτερ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ· τίς εἶ σὺ, τέκνον; 19 Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ, ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. 20 Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν, ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου. 21 Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακὼβ, ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. 22 Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ· καὶ ἐψηλάφησεν αὐτὸν, καὶ εἶπεν, ἡ μὲν φωνὴ, φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. 23 Καὶ οὐκ ἐπέγνω αὐτὸν, ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ, δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν, 24 καὶ εἶπε, σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν, ἐγώ. 25 Καὶ εἶπε, προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου· καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. 26 Καὶ εἴπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. 27 Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν, ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. 28 Καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. 29 Καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· ὁ καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. 30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. 31 Καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ· καὶ εἶπε τῷ πατρὶ, ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. 32 Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, τίς εἶ σύ; ὁ δὲ εἶπεν, ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. 33 Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε, τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε; καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται. 34 Ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα· καὶ εἶπεν, εὐλόγησον δὴ κᾀμὲ, πάτερ. 35 Εἶπε δὲ αὐτῷ, ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. 36 Καὶ εἶπε, δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ, οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; 37 Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ, εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας· σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; 38 Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ, μὴ εὐλογία μία σοι ἔστι, πάτερ; εὐλόγησον δὴ κᾀμὲ, πάτερ· κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν. 39 Ἀποκοιθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ, ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. 40 Καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. 41 Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. 42 Ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου· καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ εἶπεν αὐτῷ, ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε. 43 Νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν. 44 Καὶ οἴκησον μετʼ αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν, 45 καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. 46 Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν;

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Esau

    Father of the Edomites

    Isaac's elder son, who traded his birthright for a bowl of stew.

    Citado en la guía: Genesis 25–27; 36

  • Isaac

    Child of promise

    The long-promised son, nearly offered on Moriah, through whom the covenant continued.

    Citado en la guía: Genesis 21–27

  • Jacob

    Father of the tribes

    He wrestled with God through the night and rose as Israel, father of twelve tribes.

    Citado en la guía: Genesis 25–35; 46–49

  • Rebekah

    Matriarch, mother of twins

    Wife of Isaac and mother of the twins Jacob and Esau.

    Citado en la guía: Genesis 24-27

Referencias cruzadas (38)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Samuel 3:2; Génesis 48:10; Génesis 25:23–25; Eclesiastés 12:3; Juan 9:3
  2. 2 Santiago 4:14; Eclesiastés 9:10; Marcos 13:35; Proverbios 27:1; Génesis 48:21
  3. 3 Génesis 25:27–28; Génesis 10:9; 1 Corintios 6:12
  4. 4 Hebreos 11:20; Génesis 48:9; Génesis 49:28; Génesis 27:25; Lucas 24:51
  5. 6 Génesis 25:28
  6. 7 Josué 6:26; Deuteronomio 33:1; 1 Samuel 24:19
  7. 8 Efesios 6:1; Génesis 27:13; Hechos 5:29; Génesis 25:23; Génesis 27:43
  8. 9 Jueces 13:15; 1 Samuel 16:20
  9. 11 Génesis 25:25
  10. 12 Deuteronomio 27:18; 1 Tesalonicenses 5:22; 2 Corintios 6:8; Job 12:16; Malaquías 1:14
  11. 13 Mateo 27:25; 1 Samuel 25:24; 2 Samuel 14:9; Génesis 25:33; 1 Samuel 14:36–45
  12. 14 Lucas 21:34; Génesis 27:9; Génesis 27:17; Proverbios 23:2–3; Génesis 25:28
  13. 15 Génesis 27:27; Lucas 20:46; Lucas 15:22
  14. 19 Mateo 26:70–74; Isaías 28:15; Zacarías 13:3–4; Génesis 27:24–25; Génesis 27:21
  15. 20 Éxodo 20:7; Job 13:7; Génesis 24:12
  16. 21 Isaías 57:19; Santiago 4:8; Génesis 27:12; Salmo 73:28
  17. 23 Hebreos 11:20; Génesis 27:16; Romanos 9:11–12
  18. 24 Colosenses 3:9; Proverbios 12:22; Efesios 4:25; Job 13:7–8; 1 Samuel 21:2
  19. 25 Génesis 27:4
  20. 27 Hebreos 6:7; Salmo 65:10; Hebreos 11:20; Génesis 26:12; Oseas 14:6–7
  21. 28 Deuteronomio 33:28; Deuteronomio 33:13; Salmo 133:3; Oseas 14:5–7; Salmo 65:9–13
  22. 29 Números 24:9; Génesis 12:3; Isaías 49:23; Génesis 9:25–26; Romanos 9:12
  23. 31 Génesis 27:4
  24. 32 Génesis 27:18
  25. 33 Génesis 28:3–4; Romanos 11:29; Job 21:6; Efesios 1:3; Job 37:1
  26. 34 Hebreos 12:17; Proverbios 1:31; 1 Samuel 30:4; Proverbios 19:3; Lucas 13:24–28
  27. 35 1 Tesalonicenses 4:6; Job 13:7; Malaquías 2:10; 2 Reyes 10:19; Romanos 3:7–8
  28. 36 Génesis 25:26; Génesis 25:31–34; Génesis 32:28; Juan 1:47
  29. 37 Génesis 27:28–29; Génesis 25:23; 2 Samuel 8:14; Romanos 9:10–12
  30. 38 Hebreos 12:17; Génesis 27:34; Isaías 65:14; Génesis 27:36; Proverbios 1:24–26
  31. 39 Génesis 27:28; Hebreos 11:20; Josué 24:4; Génesis 36:6–8
  32. 40 Génesis 25:23; 2 Reyes 8:20–22; 2 Samuel 8:14; 2 Crónicas 25:11–12; 2 Crónicas 21:10
  33. 41 1 Juan 3:12–15; Génesis 37:4; Génesis 50:3–4; Efesios 4:26–27; Génesis 32:6
  34. 42 1 Samuel 30:5; Salmo 64:5; Proverbios 4:16–17; Proverbios 2:14; Génesis 42:21–22
  35. 43 Génesis 11:31; Génesis 27:8; Génesis 27:13; Génesis 24:29; Proverbios 30:17
  36. 44 Génesis 31:38; Génesis 31:41
  37. 45 Proverbios 19:21; Génesis 27:35; Génesis 4:8–16; Lamentaciones 3:37; Hechos 28:4
  38. 46 Génesis 26:34–35; Génesis 24:3; Génesis 28:8; Génesis 34:1–2; Job 14:13

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 27:41 Clement of Rome, First Epistle to the Corinthians (Chapters I–VI)

    Through envy, also, our father Jacob fled from the face of Esau his brother. Envy made Joseph be persecuted unto death, and to come into bondage.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 27:27 Irenaeus of Lyons, Against Heresies (Book V, Chapters XXVII–XXVIII)

    The blessing of Isaac with which he blessed his younger son Jacob has the same meaning, when he says, "Behold, the smell of my son is as the smell of a full field which the Lord has blessed." But "the field is the world." And therefore he added, "God give to thee of the dew of heaven, and of the …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 27:27–29 Augustine of Hippo, The City of God (Book XVI, Chapters 37–38)

    … the fruitfulness of the earth, and plenty of corn and wine: let nations serve thee, and princes adore thee: and be lord of thy brethren, and let thy father's sons adore thee: cursed be he that curseth thee, and blessed be he that blesseth thee." The blessing of Jacob is therefore a proclamation of Christ to all nations.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 27:33 Augustine of Hippo, The City of God (Book XVI, Chapters 37–38)

    "Who then," he says, "hath hunted me venison, and brought it me, and I have eaten of all before thou camest, and have blessed him, and he shall be blessed?" Who would not rather have expected the curse of an angry man here, if these things had been done in an earthly manner, and not by inspiration from above?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)