1 Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως, κτήσῃ αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου· καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς. 2 Τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς· καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς· καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι· καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. 3 Καὶ λήψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. 4 Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ· καὶ ἐρεῖς παντὶ οἴκῳ Ἰσραὴλ, 5 Τάδε λέγει Κύριος, αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας. 6 Καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν, καὶ τὰ νόμιμά μου τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς· διότι τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς. 7 Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλʼ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε, 8 διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν. 9 Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου. 10 Διατοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον. 11 Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἦ μὴν ἀνθʼ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς βδελύγμασί σου, κᾀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμὸς, κᾀγὼ οὐκ ἐλεήσω. 12 Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτοὺς, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. 13 Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπʼ αὐτοὺς, καὶ ἐπιγνώσῃ, διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπʼ αὐτούς. 14 Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος. 15 Καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα. 16 Καὶ ἐν τῷ ἀποστεῖλαί με βολίδας τοῦ λιμοῦ ἐπʼ αὐτούς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου. 17 Καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα.
Ezequiel · Septuaginta griega de Brenton
Ezequiel 5 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (17)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 7:20; Levítico 21:5; Ezequiel 44:20; Daniel 5:27
- 2 Ezequiel 5:12; Levítico 26:33; Ezequiel 12:14; Ezequiel 4:1–8; Jeremías 9:16
- 3 Jeremías 52:16; Jeremías 40:6; Jeremías 39:10; 1 Pedro 4:18; Mateo 7:14
- 4 Jeremías 48:45; Jeremías 41:1–18; 2 Reyes 25:25; Jeremías 4:4; Jeremías 52:30
- 5 Ezequiel 4:1; Deuteronomio 4:6; Jeremías 6:6; Ezequiel 16:14; Miqueas 5:7
- 6 Jeremías 11:10; Ezequiel 16:47–48; Zacarías 7:11; 2 Reyes 17:8–20; Nehemías 9:16–17
- 7 Jeremías 2:10–11; 2 Reyes 21:9–11; 2 Crónicas 33:9; Ezequiel 5:11; Ezequiel 16:47–48
- 8 Ezequiel 15:7; Jeremías 24:9; Jeremías 21:5; Jeremías 21:13; Ezequiel 21:3
- 9 Daniel 9:12; Mateo 24:21; Amós 3:2; Lamentaciones 4:9; Lamentaciones 4:6
- 10 Zacarías 2:6; Deuteronomio 28:64; Jeremías 19:9; Ezequiel 12:14; Levítico 26:29
- 11 Ezequiel 7:20; 2 Crónicas 36:14; Ezequiel 7:4; Ezequiel 8:5–6; Ezequiel 11:18
- 12 Ezequiel 5:2; Jeremías 15:2; Jeremías 43:10–11; Jeremías 21:9; Ezequiel 12:14
- 13 Ezequiel 36:5–6; Ezequiel 6:12; Isaías 1:24; Ezequiel 7:8; Ezequiel 20:21
- 14 Salmo 79:1–4; Salmo 74:3–10; Ezequiel 22:4; Nehemías 2:17; Lamentaciones 1:4
- 15 Jeremías 22:8–9; Ezequiel 25:17; Salmo 79:4; Isaías 26:9; 1 Reyes 9:7
- 16 Ezequiel 4:16; Deuteronomio 32:23–24; Salmo 7:13; Levítico 26:26; Isaías 3:1
- 17 Ezequiel 38:22; Levítico 26:22; 2 Reyes 17:25; Ezequiel 14:15; Ezequiel 33:27
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And when any one surpasses in negligence those who are far inferior; wherewith in Ezekiel He doth charge them, saying, "Not even according to the judgments of the nations hast thou done." And when one is not sobered even by the examples of others, "She saw her sister," it is said, "and justified her." And when one has had the …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)