1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου. 3 Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. 4 Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. 5 Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 6 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 8 καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 9 Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. 10 Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. 12 Καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι. 13 Καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας, καὶ χρίσεις αὐτὸν, καὶ ἁγιάσεις αὐτὸν, καὶ ἱερατεύει μοι. 14 Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας. 15 Καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται, ὥστε εἶναι αὐτοῖς χρίσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. 16 Καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. 17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. 18 Καὶ ἔστησε Μωυσῆς τὴν σκηνὴν, καὶ ἐπέθηκε τὰς κεφαλιδας, καὶ διενέβαλε τοὺς μοχλοὺς, καὶ ἔστησε τοὺς στύλους. 19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 20 Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν, 21 καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνὴν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· 22 Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. 23 Καὶ προσέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐνʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. 33 Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς, και τοῦ θυσιαστηρίου· καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. 34 Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. 35 Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. 36 Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. 37 Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. 38 Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπʼ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.
Éxodo · Septuaginta griega de Brenton
Éxodo 40 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 7, 11, 28, 30–32; los demás conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Citado en la guía: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (31)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Éxodo 26:30; Éxodo 13:4; Éxodo 12:1–2; Números 7:1; Éxodo 40:17–19
- 3 Éxodo 35:12; Números 4:5; Apocalipsis 11:19; Levítico 16:14; Éxodo 40:20–21
- 4 Levítico 24:8; Éxodo 37:10–24; Éxodo 25:23–39; Éxodo 26:35–36; Éxodo 40:22–25
- 5 Hebreos 10:19–22; Juan 14:6; 1 Juan 2:1–2; Hebreos 9:24; Éxodo 35:25–28
- 6 Éxodo 40:29; Éxodo 27:1–8; Efesios 1:6–7; 1 Juan 2:2; Éxodo 38:1–7
- 8 Mateo 16:18; Éxodo 38:9–20; Éxodo 27:9–19; 1 Corintios 12:28; Éxodo 40:33
- 9 Levítico 8:10; Números 7:1; Éxodo 39:39; 2 Corintios 1:22; Mateo 3:16
- 10 Lucas 1:35; Éxodo 29:36–37; Isaías 61:1; 1 Corintios 1:30; 2 Corintios 5:21
- 12 Levítico 8:1–13; Éxodo 29:1–35; Levítico 9:1–24; Isaías 61:1–3; Romanos 8:3
- 13 Éxodo 28:41; 1 Juan 2:20; 1 Juan 2:27; Juan 17:19; Juan 3:34
- 14 Juan 1:16; Romanos 13:14; 1 Corintios 1:9; 1 Corintios 1:30; Isaías 44:3–5
- 15 Números 25:13; Hebreos 7:17–24; Hebreos 8:1–10; Hebreos 5:1–14; Salmo 110:4
- 16 Deuteronomio 4:1; Éxodo 40:17–32; 1 Corintios 4:2; Mateo 28:20; Éxodo 23:21–22
- 17 Números 7:1; Números 9:1; Éxodo 40:1–2
- 18 Éxodo 26:15–30; Ezequiel 37:27–28; Apocalipsis 21:3; 1 Timoteo 3:15; Levítico 26:11
- 19 Éxodo 36:8–19; Éxodo 26:1–14
- 20 Éxodo 16:34; Hebreos 4:16; Hebreos 9:4; Salmo 40:8; Éxodo 25:16–21
- 21 Éxodo 40:3; Éxodo 26:33; Éxodo 35:12; Hebreos 10:19–20
- 22 Éxodo 26:35; Efesios 3:8; Juan 6:53–57; Éxodo 40:24
- 23 Éxodo 40:4; Éxodo 25:30; Hebreos 9:2; Mateo 12:4
- 24 Juan 8:12; Éxodo 26:35; Apocalipsis 2:5; Salmo 119:105; Juan 1:9
- 25 Éxodo 40:4; Éxodo 25:37; Apocalipsis 4:5
- 26 Éxodo 40:5; Juan 17:1–26; 1 Juan 2:1; Hebreos 7:25; Éxodo 30:1–10
- 27 Éxodo 30:7
- 29 Éxodo 40:6; Éxodo 27:1–8; Hebreos 13:5–6; Hebreos 13:10; Romanos 3:24–26
- 33 Éxodo 40:8; Éxodo 27:9–16; Hebreos 3:2–5; Efesios 2:18; Hebreos 4:14–16
- 34 Apocalipsis 15:8; Números 9:15–23; 2 Crónicas 7:2; Apocalipsis 21:23–24; Éxodo 29:43
- 35 1 Reyes 8:11; Levítico 16:2; 2 Crónicas 7:2; Isaías 6:4; 2 Crónicas 5:13–14
- 36 Nehemías 9:19; Números 9:17; Números 10:11–13; Éxodo 13:21–22; Números 19:17–22
- 37 Números 9:19–22; Salmo 31:15
- 38 Salmo 78:14; Éxodo 13:21; Números 9:15; Isaías 4:5–6; Salmo 105:39
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias