Saltar al texto

Éxodo · Septuaginta griega de Brenton

Éxodo 35 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, καὶ εἶπεν, οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς. 2 Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις· ἅγια, σάββατα· ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ, τελευτάτω. 3 Οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος. 4 Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων, τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, λέγων, 5 λάβετε παρʼ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκὸν, 6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας, 7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακινθινα, καὶ ξύλα ἄσηπτα, 9 καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. 10 Καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν, ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξε Κύριος· 11 Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τὰ διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους, 12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα, 12a καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου, καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, 13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, 14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς, 16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, 19 καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως. 20 Καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἀπὸ Μωυσῆ. 21 Καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· καὶ ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. 22 Καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγίδας, καὶ ἐνώτια, καὶ δακτυλίους, καὶ ἐμπλόκια, καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν. 23 Καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ, καὶ παρʼ ᾧ εὑρέθη βύσσος· καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν. 24 Καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκὸν, τὰ ἀφαιρέματα Κυρίῳ· καὶ παρʼ οἷς εὑρέθη ξύλα ἄσηπτα· καὶ εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν. 25 Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. 26 Καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. 27 Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον, 28 καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν συνθεσιν τοῦ θυμιάματος. 29 Καὶ πᾶς ἀνὴρ καὶ γυνὴ, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ. 30 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, Ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὢρ, ἐκ τῆς φυλῆς Ἰούδα, 31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως, καὶ ἐπιστήμης πάντων, 32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, 33 καὶ λιθουργῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας. 34 Καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε, καὶ τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὰκ, ἐκ φυλῆς Δάν· 35 Καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφάναι τῷ κοκκίνῳ, καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας, ποικιλίας.

Esta traducción no tiene los versículos 8, 15, 17–18; los demás conservan su numeración habitual.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Aaron

    First high priest

    Moses' brother and spokesman, Israel's first high priest.

    Citado en la guía: Exodus 4–40; Leviticus 8–10

  • Ahisamach

    Father of Oholiab

    The father of Oholiab, the Danite who helped Bezalel craft the tabernacle.

    Citado en la guía: Exodus 31:6; Exodus 35:34; Exodus 38:23

  • Bezalel

    Chief craftsman of the tabernacle

    The craftsman of Judah, son of Uri son of Hur, whom the LORD called by name and filled with the Spirit of God and with skill to design and make the tabernacle and everything in it.

    Citado en la guía: Exodus 31:2; Exodus 35:30–31; Exodus 36:1–2

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Citado en la guía: Exodus 2–Deuteronomy 34

  • Oholiab

    Bezalel's assistant craftsman

    The craftsman of Dan, son of Ahisamach, whom the LORD appointed as Bezalel's assistant and gifted as an engraver, designer and embroiderer for the tabernacle.

    Citado en la guía: Exodus 31:6; Exodus 35:34; Exodus 36:1

  • Uri

    Father of Bezalel

    The son of Hur of the tribe of Judah and the father of Bezalel, the chief craftsman of the tabernacle.

    Citado en la guía: Exodus 31:2; Exodus 35:30; Exodus 38:22

Referencias cruzadas (28)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Éxodo 34:32; Éxodo 25:1–40; Santiago 1:22; Éxodo 31:1–11; Romanos 2:13
  2. 2 Levítico 23:3; Lucas 13:14–15; Números 15:32–36; Éxodo 34:21; Éxodo 20:9–10
  3. 3 Éxodo 16:23; Éxodo 12:16; Números 15:32–36; Isaías 58:13
  4. 4 Éxodo 25:1–2
  5. 5 2 Corintios 9:7; Salmo 110:3; Éxodo 25:2–7; 2 Corintios 8:11–12; Jueces 5:9
  6. 6 Éxodo 26:1; Éxodo 28:33; Éxodo 26:36; Éxodo 28:5–6; Éxodo 26:31
  7. 9 Éxodo 28:9; Éxodo 28:17–21; Éxodo 25:5; Éxodo 39:6–14
  8. 10 Éxodo 31:1–6
  9. 11 Éxodo 26:1–37; Éxodo 31:7–9; Éxodo 36:8–34
  10. 12 Éxodo 25:10–22; Éxodo 26:31–33; Éxodo 26:7; Éxodo 37:1–9; Éxodo 36:35–36
  11. 13 Éxodo 25:23–30; Levítico 24:5–6; Éxodo 37:10–16
  12. 14 Éxodo 25:31–39; Éxodo 37:17–24; Mateo 5:14–15; Salmo 148:3
  13. 16 Éxodo 27:1–8; Éxodo 30:18–21; Éxodo 38:1–8
  14. 19 Éxodo 31:10; Éxodo 28:1–43; Números 4:5–15; Éxodo 39:1–31; Éxodo 39:41
  15. 21 Éxodo 25:2; 1 Crónicas 29:14; Éxodo 35:26; Éxodo 35:29; Éxodo 35:5
  16. 22 Nehemías 7:70–72; Mateo 2:11; Esdras 2:68–69; 1 Crónicas 29:6–7; Números 31:50
  17. 23 1 Crónicas 29:8; Éxodo 25:2–7; Éxodo 35:6–10
  18. 24 2 Corintios 8:12
  19. 25 Proverbios 14:1; Lucas 8:2–3; Romanos 16:12; Hechos 9:39; Romanos 16:6
  20. 26 Éxodo 35:21; Éxodo 36:8; Éxodo 35:29
  21. 27 1 Crónicas 29:6; Esdras 2:68; Éxodo 35:9
  22. 28 Éxodo 30:23–38; Éxodo 35:8
  23. 29 2 Corintios 9:7; Éxodo 35:4; Éxodo 35:21–22; 1 Crónicas 29:3; Deuteronomio 4:2
  24. 30 Éxodo 31:1–6; Santiago 1:17; 1 Corintios 12:4; 1 Corintios 3:10; Isaías 28:26
  25. 31 Santiago 1:17; Isaías 61:1–3; Isaías 11:2–5; 2 Crónicas 2:14; Isaías 28:26
  26. 34 2 Crónicas 2:14; Éxodo 31:6; 1 Corintios 12:7; 1 Corintios 1:5–7; Esdras 7:27
  27. 35 Éxodo 35:31; 1 Reyes 7:14; Isaías 28:26; Éxodo 31:3; Éxodo 31:6
  28. 12a Éxodo 25:10–22; Éxodo 26:31–33; Éxodo 26:7; Éxodo 37:1–9; Éxodo 36:35–36

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias