1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, 3 ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. 4 Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τοπρωΐ. 5 Καὶ λήμψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. 6 Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. 7 Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. 8 Τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον. 9 Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίῳν τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον. 10 Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλίτιδος, καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλίτης. 11 Καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλίτιδος τὸ ὄνομα κατηράσατο· καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν. 12 Καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου. 13 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή. 15 Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται. 16 Ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω. 17 Καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. 18 Καὶ ὃς ἂν πατάξῃ κτῆνος, καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς. 19 Καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· 20 Σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ. 21 Ὃς ἂν πατάξῃ ἄνθρωπον, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. 22 Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 23 Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
Levítico · Septuaginta griega de Brenton
Levítico 24 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Dibri
The father of Shelomith, the Danite woman whose son blasphemed the Name.
Citado en la guía: Leviticus 24:11
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Shelomith
A Danite woman, daughter of Dibri, whose son by an Egyptian father blasphemed the Name and was stoned outside the camp.
Citado en la guía: Leviticus 24:11
Referencias cruzadas (20)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 2 Corintios 4:6; Efesios 5:8–14; Éxodo 27:20–21; Juan 8:12; Efesios 1:17–18
- 4 Éxodo 31:8; Éxodo 37:17–24; Éxodo 39:37; Jeremías 52:19; Apocalipsis 11:4
- 5 Éxodo 25:30; 1 Samuel 21:4–5; Éxodo 40:23; 1 Reyes 18:31; Mateo 12:4
- 6 1 Reyes 7:48; Éxodo 25:23–24; 2 Crónicas 4:19; Éxodo 37:10–16; 2 Crónicas 13:11
- 7 Levítico 2:2; Apocalipsis 8:3–4; Éxodo 17:14; Hebreos 7:25; Juan 6:35
- 8 Números 4:7; 2 Crónicas 2:4; 1 Crónicas 9:32; Nehemías 10:33; 1 Crónicas 23:29
- 9 Levítico 8:31; Lucas 6:4; Marcos 2:26; Mateo 12:4; Levítico 6:16
- 10 Éxodo 12:38; Números 11:4
- 11 Éxodo 20:7; Mateo 26:65; Job 2:5; Levítico 24:15–16; Éxodo 3:15
- 12 Éxodo 18:15–16; Números 27:5; Números 36:5–6; Números 15:34; Éxodo 18:23
- 14 Deuteronomio 17:7; Deuteronomio 21:21; Juan 10:31–33; Levítico 20:27; Levítico 20:2
- 15 Levítico 5:1; Éxodo 22:28; Números 9:13; Levítico 20:16–17
- 16 Mateo 12:31; Juan 10:33–36; Santiago 2:7; Marcos 3:28–29; 1 Timoteo 1:13
- 17 Génesis 9:5–6; Deuteronomio 19:11–12; Números 35:30–31; Deuteronomio 27:24; Éxodo 21:12–14
- 18 Levítico 24:21; Éxodo 21:34–36
- 19 Mateo 7:2; Mateo 5:38; Deuteronomio 19:21
- 20 Deuteronomio 19:21; Mateo 5:38; Éxodo 21:23–25
- 21 Levítico 24:17–18; Éxodo 21:33
- 22 Éxodo 12:49; Números 9:14; Números 15:15–16; Números 15:29; Levítico 19:34
- 23 Números 15:35–36; Hebreos 10:28–29; Levítico 24:14–16; Hebreos 2:2–3
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias