Saltar al texto

Levítico · Septuaginta griega de Brenton

Levítico 22 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 εἶπον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. 3 Εἶπον αὐτοῖς, εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπʼ αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπʼ ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 4 Καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, 5 ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιανεῖ αὐτὸν, ἢ ἐπʼ ἀνθρώπῳ, ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ· 6 Ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι. 7 Καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται· καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. 8 Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ Κύριος. 9 Καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι διʼ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι διʼ αὐτὰ, ἐὰν βεβηλώσουσιν αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἁγιάζων αὐτούς. 10 Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως, ἢ μισθωτὸς, οὐ φάγεται ἅγια. 11 Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ. 12 Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν ἁγίου οὐ φάγεται. 13 Καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται· καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπʼ αὐτῶν. 14 Καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατʼ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπʼ αὐτὸ, καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον. 15 Καὶ οὐ βεβηλώσουσι τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ, 16 καὶ ἐπάξουσιν ἐφʼ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. 17 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 18 λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα. 19 Δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, ἢ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν. 20 Πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. 21 Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. 22 Τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπʼ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. 23 Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. 24 Θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. 25 Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων· ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς οὐ δεχθήσεται ταῦτα ὑμῖν. 26 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 27 μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ. 28 Καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ. 29 Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης Κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό. 30 Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται· οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τοπρωΐ· ἐγώ εἰμι Κύριος. 31 Καὶ φυλάξετε τὰς ἐντολάς μου, καὶ ποιήσετε αὐτάς. 32 Καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς, 33 ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὥστε εἶναι ὑμῶν Θεός· ἐγὼ Κύριος.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Citado en la guía: Exodus 2–Deuteronomy 34

Referencias cruzadas (30)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 2 Deuteronomio 15:19; Levítico 18:21; Números 18:32; Levítico 22:32; Éxodo 13:12
  2. 3 Levítico 7:20–21; Éxodo 33:14–15; Salmo 51:11; Mateo 25:41; 2 Tesalonicenses 1:9
  3. 4 Levítico 15:2–3; Levítico 15:13–16; Levítico 11:39; Levítico 13:2–3; Números 18:9
  4. 5 Levítico 11:43–44; Levítico 15:7; Levítico 15:19; Levítico 11:24–28
  5. 6 Levítico 15:5; Hebreos 10:22; Levítico 16:24–28; Levítico 11:24–25; Hageo 2:13
  6. 7 Levítico 21:22; 1 Corintios 9:4; Deuteronomio 18:3–4; 1 Corintios 9:13–14; Números 18:11–19
  7. 8 Levítico 17:15; Éxodo 22:31; Levítico 7:24; Deuteronomio 14:21; Ezequiel 44:31
  8. 9 Éxodo 28:43; Números 18:32; Números 18:22; Levítico 16:2; Levítico 22:16
  9. 10 1 Samuel 21:6; Mateo 12:4; Éxodo 29:33
  10. 11 Génesis 17:13; Éxodo 12:44; Números 18:11–13
  11. 12 Levítico 21:3; Isaías 40:13
  12. 13 Génesis 38:11; Levítico 10:14; Números 18:11–19
  13. 14 Levítico 27:15; Levítico 27:13; Levítico 5:15–19
  14. 15 Números 18:32; Levítico 19:8; Levítico 22:9; Ezequiel 22:26
  15. 16 Levítico 22:9; 1 Pedro 2:24; Levítico 7:18; Salmo 38:4; Isaías 53:11–12
  16. 18 Levítico 1:2; Números 15:3; Deuteronomio 12:6; Jonás 1:16; Jonás 2:9
  17. 19 Levítico 1:3; Levítico 1:10; Éxodo 12:5; 1 Pedro 2:22–24; 2 Corintios 5:21
  18. 20 Deuteronomio 17:1; Malaquías 1:8; Deuteronomio 15:21; Hebreos 9:14; 1 Pedro 1:19
  19. 21 Números 15:8; Números 15:3; Eclesiastés 5:4–5; Levítico 3:6; Levítico 3:1
  20. 22 Levítico 22:20; Malaquías 1:8; Levítico 1:9; Levítico 3:5; Levítico 3:3
  21. 23 Levítico 21:18
  22. 24 Levítico 22:20; Deuteronomio 23:1; Levítico 21:20
  23. 25 Levítico 21:6; Números 15:14–16; Malaquías 1:12–14; Levítico 21:8; Esdras 6:8–10
  24. 27 Éxodo 22:30; Levítico 12:2–3; Levítico 22:25; Levítico 19:23–24
  25. 28 Deuteronomio 22:6–7; Deuteronomio 14:21; Éxodo 23:19; Éxodo 34:26
  26. 29 Salmo 107:22; Salmo 116:17; Amós 4:5; 1 Pedro 2:5; Levítico 7:12–15
  27. 30 Éxodo 16:19–20; Levítico 19:7; Levítico 7:15–18
  28. 31 Deuteronomio 4:40; Levítico 19:37; Números 15:40; Levítico 18:4–5; 1 Tesalonicenses 4:1–2
  29. 32 Lucas 11:2; Levítico 18:21; Mateo 6:9; Levítico 10:3; Levítico 20:8
  30. 33 Levítico 11:45; Éxodo 6:7; Números 15:41; Éxodo 20:2; Levítico 25:38

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias