Saltar al texto

Ezequiel · Septuaginta griega de Brenton

Ezequiel 22 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 καὶ σύ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς, 3 καὶ ἐρεῖς, τάδε λέγει Κύριος Κύριος, ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν, 4 ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς ἐποίεις, ἐμιαίνου· καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου· διατοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις ταῖς ἐγγιζούσαις πρὸς σὲ, 5 καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοὶ ἀκάθαρτος ἡ ἀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις. 6 Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα. 7 Πατέρα καὶ μητὲρα ἐκακολόγουν ἐν σοὶ, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον. 8 Καὶ τὰ ἅγιά μου ἐξουδένουν, καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. 9 Ἄνδρες λῃσταὶ ἐν σοὶ, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐπὶ σοὶ, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. 10 Αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί. 11 Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί. 12 Δῶρα ἐλαμβάνοσαν ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοὶ, καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος. 13 Ἐὰν δὲ πατάξω χεῖρά μου ἐφʼ οἷς συντετέλεσαι οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, 14 εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω. 15 Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ. 16 Καὶ κατακληρονομήσω ἐν σοὶ κατʼ ὀφθαλμοὺς τῶν ἐθνῶν, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. 17 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 18 υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ σιδήρῳ, καὶ κασσιτέρῳ, καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμιγμένος ἐστί. 19 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διατοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ· 20 Καθὼς εἰσδέχεται ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ κασσίτερος, καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου, καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς, 21 καὶ ἐκφυσήσω ἐφʼ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. 22 Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφʼ ὑμᾶς. 23 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 24 υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ, σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. 25 Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες· καὶ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου. 26 Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. 27 Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι. 28 Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, τάδε λέγει Κύριος· καὶ Κύριος οὐκ ἐλάλησε. 29 Λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. 30 Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς ὀργῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον. 31 Καὶ ἐξέχεα ἐπʼ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.

Referencias cruzadas (28)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 2 Ezequiel 24:6; Ezequiel 24:9; Ezequiel 20:4; Nahúm 3:1; Hechos 7:52
  2. 3 Ezequiel 22:27; Sofonías 3:3; Ezequiel 22:4; Ezequiel 22:6; 2 Reyes 21:2–9
  3. 4 2 Reyes 21:16; Ezequiel 16:57; Ezequiel 22:2; Salmo 44:13–14; Ezequiel 5:14–15
  4. 5 Isaías 22:2; Jeremías 15:2–3
  5. 6 Isaías 1:23; Ezequiel 22:27; Jeremías 5:5; Zacarías 3:3; Miqueas 3:9–11
  6. 7 Deuteronomio 27:16; Éxodo 22:21–22; Levítico 20:9; Mateo 15:4–6; Jeremías 7:6
  7. 8 Ezequiel 23:38–39; Ezequiel 20:13; Ezequiel 22:26; Ezequiel 20:24; Ezequiel 20:21
  8. 9 Oseas 4:14; Levítico 19:16; Oseas 4:10; Oseas 4:2; Salmo 50:20
  9. 10 Levítico 18:19; Ezequiel 18:6; Levítico 20:11; Levítico 18:7–8; 1 Crónicas 5:1
  10. 11 Levítico 20:17; 2 Samuel 13:14; Levítico 18:15; Levítico 18:9; Ezequiel 18:11
  11. 12 Ezequiel 23:35; Deuteronomio 27:25; Miqueas 7:2–3; Salmo 106:21; Salmo 15:5
  12. 13 Isaías 33:15; Ezequiel 21:17; Ezequiel 22:27; Ezequiel 21:14; Amós 2:6–8
  13. 14 Ezequiel 21:7; Ezequiel 17:24; Ezequiel 24:14; Ezequiel 28:9; 1 Samuel 15:29
  14. 15 Nehemías 1:8; Ezequiel 22:22; Deuteronomio 4:27; Zacarías 7:14; Ezequiel 36:19
  15. 16 Salmo 83:18; Ezequiel 6:7; Ezequiel 7:24; 1 Reyes 20:28; Daniel 4:25
  16. 18 Salmo 119:119; Isaías 1:22; Isaías 48:10; Jeremías 6:28–30; Proverbios 17:3
  17. 19 Miqueas 4:12; Mateo 13:30; Ezequiel 11:7; Ezequiel 24:3–6; Mateo 13:40–42
  18. 20 Ezequiel 21:31–32; Jeremías 4:20; Ezequiel 24:13; Jeremías 4:11–12; Isaías 54:16
  19. 21 Deuteronomio 4:24; Salmo 21:9; Ezequiel 20:47–48; Isaías 64:7; Salmo 68:2
  20. 22 Ezequiel 20:8; Ezequiel 20:33; Oseas 5:10; Ezequiel 22:31; Ezequiel 22:16
  21. 24 2 Crónicas 28:22; 2 Crónicas 36:14–16; Isaías 1:5; Jeremías 2:30; Isaías 9:13
  22. 25 Oseas 6:9; Jeremías 11:9; Jeremías 2:34; Ezequiel 13:19; 1 Reyes 22:11–13
  23. 26 Levítico 10:10; Ezequiel 22:8; Ezequiel 44:23; Malaquías 2:8; Miqueas 3:11–12
  24. 27 Ezequiel 22:13; Isaías 1:23; Ezequiel 22:6; Miqueas 7:8; Ezequiel 22:25
  25. 28 Ezequiel 13:6–7; Ezequiel 13:10–16; Jeremías 23:25–32; Isaías 30:10; Jeremías 23:21
  26. 29 Ezequiel 22:7; Éxodo 23:9; Isaías 5:7; Jeremías 5:31; Éxodo 22:21
  27. 30 Isaías 59:16; Jeremías 5:1; Salmo 106:23; Génesis 18:23–32; Ezequiel 13:5
  28. 31 Ezequiel 7:8–9; Ezequiel 9:10; Ezequiel 16:43; Romanos 2:8–9; Ezequiel 7:3

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias