Saltar al texto

Deuteronomio · Septuaginta griega de Brenton

Deuteronomio 15 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Διʼ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. 2 Καὶ οὕτω τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. 3 Τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ἠ· σοι παρʼ αὐτῷ, τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου. 4 Ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεὴς, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν. 5 Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, 6 ὅτι Κύριος ὁ Θεός σου εὐλόγησέ σε ὃν τρόπον ἐλάλησέ σοι· καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ· καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν. 7 Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου, οὐδʼ οὐ μὴ συσφίγξεις τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου. 8 Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ, καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. 9 Πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα, λέγων, Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. 10 Διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται· καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσι οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. 11 Οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς σου· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο, λέγων, ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. 12 Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος ἢ Ἐβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. 13 Ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν. 14 Ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ. 15 Καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε Κύριος ὁ Θεός σοῦ ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο. 16 Ἐὰν δὲ λέγῃ πρὸς σὲ, οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέ σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ ἐστιν αὐτῷ παρὰ σοί. 17 Καὶ λήψῃ τὸ ὀπήτιον, καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ὡσαύτως ποιήσεις. 18 Οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σου, ὅτι ἐπέτειον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέ σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς. 19 Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἁγιάσεις Κυρίῳ τῷ Θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου. 20 Ἔναντι Κυρίου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου. 21 Ἐὰν δὲ ἠ· ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλον, μῶμον πονηρὸν, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ Θεῷ σου. 22 Ἐν ταῖς πόλεσί σου φαγῇ αὐτό· ὁ ἀκάθαρτος ἐν σοι, καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον. 23 Πλὴν αἷμα οὐ φἀγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Citado en la guía: Exodus 2–Deuteronomy 34

Referencias cruzadas (23)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Deuteronomio 31:10; Levítico 25:2–4; Éxodo 23:10–11; Éxodo 21:2; Lucas 4:18–19
  2. 2 Santiago 2:13; Lucas 6:34–38; Lucas 7:42; Mateo 6:12; Nehemías 5:7–11
  3. 3 Deuteronomio 23:20; 1 Corintios 6:6–7; Mateo 17:25–26; Gálatas 6:10; Juan 8:35
  4. 4 Isaías 58:10–11; Deuteronomio 14:29; Proverbios 28:27; Proverbios 11:24–25; Proverbios 14:21
  5. 5 Deuteronomio 28:1–15; Josué 1:7; Isaías 1:19–20; Filipenses 1:27; Levítico 26:3–14
  6. 6 Deuteronomio 28:12–13; Lucas 6:35; Proverbios 22:7; 1 Reyes 4:21; Nehemías 9:27
  7. 7 Deuteronomio 15:9; Proverbios 21:13; 1 Juan 3:16–17; Santiago 2:15–16; Mateo 18:30
  8. 8 Lucas 6:34; Mateo 5:42
  9. 9 Deuteronomio 24:15; Mateo 20:15; Marcos 7:21–22; Jeremías 17:10; Santiago 5:9
  10. 10 Proverbios 22:9; Deuteronomio 14:29; Hebreos 13:16; 1 Timoteo 6:18–19; Deuteronomio 24:19
  11. 11 Marcos 14:7; Mateo 26:11; Juan 12:8; Deuteronomio 15:8; 1 Juan 3:16–18
  12. 12 Jeremías 34:14; Éxodo 21:2–6; Levítico 25:39–41; Juan 8:35–36; Deuteronomio 15:1
  13. 13 Jeremías 22:13; Malaquías 3:5; Proverbios 3:27–28; Éxodo 3:21; Génesis 31:42
  14. 14 Hechos 20:35; Salmo 68:10; Proverbios 10:22; Nehemías 8:10; 1 Corintios 16:2
  15. 15 Deuteronomio 16:12; Mateo 18:32–33; 1 Juan 3:16; Éxodo 20:2; Deuteronomio 5:14–15
  16. 16 Éxodo 21:5–6; Salmo 40:8; Salmo 40:6
  17. 17 1 Samuel 1:22; Levítico 25:39–42
  18. 18 Isaías 21:16; Isaías 16:14; Lucas 17:7–8
  19. 19 Éxodo 13:2; Éxodo 13:12; Deuteronomio 12:17; Números 18:15; Levítico 27:26
  20. 20 Deuteronomio 14:23; Deuteronomio 12:5–7; Deuteronomio 12:17
  21. 21 Deuteronomio 17:1; Malaquías 1:7–8; Levítico 22:19–25
  22. 22 Deuteronomio 12:15–16; Deuteronomio 12:21–22
  23. 23 Deuteronomio 12:16; Deuteronomio 12:23; Levítico 7:26; Ezequiel 33:25; 1 Samuel 14:32

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias