1 Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἱεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰούδαν. 2 Τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ, θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. Καὶ πολεμος ἦν ἀναμέσον Ἀβιὰ καὶ ἀναμέσον Ἱεροβοάμ. 3 Καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἱεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως. 4 Καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ εἶπεν, ἀκούσατε Ἱεροβοὰμ καὶ πᾶς Ἰσραήλ· 5 Οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός; 6 Καὶ ἀνέστη Ἱεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ, καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ· 7 Καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀνέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ, καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ. 8 Καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ, καὶ μεθʼ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ἱεροβοὰμ εἰς θεούς. 9 Ἢ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας, καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ, καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ. 10 Καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν 11 θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωῒ καὶ δείλης, καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης· ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν. 12 Καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς. Οἱ υἱοὶ τοῦ Ἰσραὴλ, μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν. 13 Καὶ Ἱεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν, καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν. 14 Καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι. 15 Καὶ ἐβόησαν ἄνδρες Ἰούδα· καὶ ἐγένετο ἐν τῷ βοᾷν ἄνδρας Ἰούδα, καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα. 16 Καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 17 Καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην· καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί. 18 Καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. 19 Καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ, καὶ προκατελάβετο παρʼ αὐτοῦ τὰς πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Ἰεσυνὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς. 20 Καὶ οὐκ ἔσχεν ἰσχὺν Ἱεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιὰ, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε. 21 Καὶ κατίσχυσεν Ἀβιὰ, καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας, καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἐκκαίδεκα θυγατέρας. 22 Καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδδώ. 23 Καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν ἡ γῆ Ἰούδα δέκα ἔτη.
2 Crónicas · Septuaginta griega de Brenton
2 Crónicas 13 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abijah
Rehoboam's son who reigned briefly, warring against the northern kingdom.
Citado en la guía: 1 Kings 15:1-8; 2 Chron. 13; Matt. 1:7
Iddo
Seer whose visions concerning Jeroboam and whose records and treatise are cited for Solomon, Rehoboam and Abijah.
Citado en la guía: 2 Chronicles 9:29; 2 Chronicles 12:15; 2 Chronicles 13:22
Micaiah
Daughter of Uriel of Gibeah, named as the mother of King Abijah (11:20 names Maacah daughter of Absalom as his mother).
Citado en la guía: 2 Chronicles 13:2
Uriel
Named as the father of Micaiah, mother of Abijah, and said to be from Gibeah.
Citado en la guía: 2 Chronicles 13:2
Referencias cruzadas (22)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 12:16; 1 Reyes 15:1–8
- 2 2 Crónicas 11:20; 1 Reyes 15:6–7; 1 Samuel 10:26; Josué 18:28; 1 Reyes 15:2
- 3 1 Samuel 17:1–3; 2 Crónicas 26:12–13; 2 Crónicas 14:8–9; 1 Crónicas 21:5; 2 Crónicas 11:1
- 4 Josué 18:22; Jueces 9:7; 2 Crónicas 15:2; Génesis 10:18
- 5 Números 18:19; Levítico 2:13; 2 Samuel 7:12–16; Marcos 9:49–50; Lucas 1:31–33
- 6 1 Reyes 11:26; 1 Reyes 12:20; 2 Crónicas 10:19; 1 Reyes 12:27
- 7 Jueces 9:4; 2 Crónicas 12:13; Hebreos 5:12; Salmo 26:4; 1 Samuel 22:2
- 8 1 Reyes 12:28; 2 Crónicas 11:15; Isaías 7:6–7; Isaías 9:6–7; 2 Crónicas 20:12
- 9 2 Crónicas 11:14–15; Jeremías 2:11; Éxodo 29:35; Éxodo 32:29; Gálatas 4:8
- 10 Zacarías 13:9; 2 Crónicas 11:16–17; Éxodo 29:1–37; Números 16:40; Éxodo 19:5–6
- 11 2 Crónicas 2:4; Levítico 24:2–9; Éxodo 27:20–21; Éxodo 29:38; Éxodo 25:30–39
- 12 Hechos 5:39; Romanos 8:31; Números 10:8–9; Zacarías 10:5; Números 14:41
- 13 Josué 8:4; Josué 8:9; Jeremías 4:22; 2 Crónicas 20:22; Proverbios 21:30
- 14 2 Crónicas 14:11; Éxodo 14:10; Salmo 50:15; Jueces 20:33–43; 2 Samuel 10:8–14
- 15 2 Crónicas 14:12; Josué 11:8; Jueces 7:18–22; Jueces 4:15; 2 Crónicas 20:21
- 16 2 Crónicas 16:8; Josué 21:44; Deuteronomio 3:3; Jueces 1:4; Josué 10:12
- 17 Isaías 10:16–19; 2 Crónicas 13:3; 1 Corintios 10:22; Isaías 37:36; Nahúm 1:5
- 18 2 Crónicas 14:11; Nahúm 1:7; 1 Crónicas 5:20; Salmo 146:5; 2 Crónicas 16:8–9
- 19 2 Crónicas 15:8; Josué 15:9; Josué 11:12; 1 Samuel 31:7; Josué 10:19
- 20 1 Reyes 14:20; 1 Samuel 25:38; Salmo 18:37–38; 1 Reyes 15:9; 1 Samuel 26:10
- 21 Jueces 10:4; Jueces 9:5; 2 Crónicas 11:21; Jueces 8:30–31; 2 Samuel 5:12–13
- 22 2 Crónicas 9:29; 2 Crónicas 12:15; 2 Crónicas 24:27
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias