Saltar al texto

Juan · Nuevo Testamento griego de Nestle (1904)

Juan 9 Nuevo Testamento griego de Nestle (1904)

Read in English
Sobre Nestle 1904
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1904
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)

1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββεί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέθηκεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς, 7 καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ἔλεγον Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ Πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα. 12 καὶ εἶπαν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα. 13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι; 20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε. 24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπαν αὐτῷ Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπαν οὖν αὐτῷ Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν ὅτι ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν Καὶ τίς ἐστιν, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες, καὶ εἶπαν αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.

Referencias cruzadas (36)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 2 Lucas 13:2; Juan 9:34; Éxodo 20:5; Hechos 28:4
  2. 3 Juan 11:4; Juan 11:40; Eclesiastés 9:1–2; Job 2:3–6; Job 42:7
  3. 4 Juan 12:35; Efesios 5:16; Juan 4:34; Eclesiastés 9:10; Juan 11:9–10
  4. 5 Juan 8:12; Juan 12:46; Hechos 13:47; Juan 1:4–9; Apocalipsis 21:23
  5. 6 Marcos 8:23; Marcos 7:33; Apocalipsis 3:18
  6. 7 Isaías 35:5; Juan 9:11; Juan 11:37; Isaías 8:6; Hechos 26:18
  7. 8 1 Samuel 2:8; Lucas 18:35; 1 Samuel 21:11; Hechos 3:2–11; Lucas 16:20–22
  8. 10 Marcos 4:27; Eclesiastés 11:5; Juan 3:9; Juan 9:26; Juan 9:15
  9. 11 Juan 9:6–7; Juan 9:27
  10. 12 Éxodo 2:18–20; Juan 5:11–13; Juan 7:11
  11. 13 Juan 12:42; Juan 8:3–8; Juan 11:46–47; Juan 11:57; Juan 12:19
  12. 14 Juan 5:9; Lucas 13:10–17; Mateo 12:1–14; Lucas 14:1; Marcos 2:23–3:6
  13. 15 Juan 9:26–27; Juan 9:10–11
  14. 16 Juan 10:19; Juan 7:43; Juan 7:12; Mateo 12:2; Juan 3:2
  15. 17 Juan 4:19; Juan 6:14; Hechos 3:22–26; Hechos 10:38; Hechos 2:22
  16. 18 Hebreos 3:15–19; Juan 12:37–40; Hebreos 4:11; Juan 1:19; Isaías 26:11
  17. 19 Hechos 4:14; Juan 9:8–9; Hechos 3:10
  18. 22 Juan 7:13; Juan 16:2; Lucas 6:22; Isaías 57:11; Juan 12:42–43
  19. 23 Juan 9:21
  20. 24 Juan 9:16; Josué 7:19; Juan 8:49; Juan 19:6; Salmo 50:14–15
  21. 25 1 Juan 5:10; Juan 9:30; Juan 5:11
  22. 27 Lucas 22:67
  23. 28 Romanos 2:17; 1 Corintios 4:12; 1 Corintios 6:10; Juan 7:19; Mateo 27:39
  24. 29 Juan 8:14; Números 12:2–7; Salmo 22:6; 2 Reyes 9:11; Isaías 53:2–3
  25. 30 Salmo 119:18; Juan 12:37; Isaías 29:18; Isaías 29:14; Juan 3:10
  26. 31 Proverbios 15:29; Isaías 1:15; Proverbios 28:9; Miqueas 3:4; Proverbios 1:28–29
  27. 32 Isaías 64:4; Job 20:4; Lucas 1:70; Apocalipsis 16:18
  28. 33 Juan 9:16; Juan 3:2; Hechos 5:38–39
  29. 34 Juan 9:2; Juan 9:22; Isaías 66:5; Job 25:4; Lucas 18:17
  30. 35 Juan 20:31; Romanos 10:20; 1 Juan 5:13; 1 Juan 4:15; Juan 10:36
  31. 36 Romanos 10:14; Cantar de los Cantares 5:9; Proverbios 30:3–4; Juan 1:38; Mateo 11:3
  32. 37 Juan 4:26; Salmo 25:8–9; Juan 7:17; Salmo 25:14; Juan 14:21–23
  33. 38 Mateo 14:33; Mateo 28:9; Juan 20:28; Mateo 28:17; Lucas 24:52
  34. 39 Juan 3:19; Hechos 26:18; Juan 12:46; Juan 8:12; 1 Juan 2:11
  35. 40 Apocalipsis 3:17; Mateo 15:12–14; Juan 9:34; Mateo 23:16–28; Romanos 2:19–22
  36. 41 Isaías 5:21; Juan 15:22–24; Lucas 18:14; 1 Juan 1:8–10; Proverbios 26:12

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 9:4 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXV)

    The Lord Jesus, as we heard when the Holy Gospel was being read, opened the eyes of a man who was born blind. Brethren, if we consider our hereditary punishment, the whole world is blind. And therefore came Christ the Enlightener, because the devil had been the Blinder.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IX)

    We have just read the long lesson of the man born blind, whom the Lord Jesus restored to the light; but were we to attempt handling the whole of it, and considering, according to our ability, each passage in a way proportionate to its worth, the day would be insufficient.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 9:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LVI)

    "And as Jesus passed by, He saw a man which was blind from his birth." Being full of love for man, and caring for our salvation, and desiring to stop the mouths of the foolish, He omitteth nothing of His own part, though there be none to give heed.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 9:1 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XV)

    They also maintain that the Saviour exhibited an emblem of this mystery in the case of that man who was blind from his birth, since the Æon was in this manner produced by Monogenes blind, that is, in ignorance, thus falsely ascribing ignorance and blindness to the Word of God, who, according to their own theory, holds the second [place …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 9:7 Augustine of Hippo, On Christian Doctrine (Book II, Chapters 14–16)

    The pool of Siloam, for example, where the man whose eyes our Lord had anointed with clay made out of spittle was commanded to wash, has a figurative significance, and undoubtedly conveys a secret sense; but yet if the evangelist had not interpreted that name, a meaning so important would lie unnoticed.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)