1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν. ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος· 3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. 5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. 6 ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9 τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ Καίσαρος. 17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ. 18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ Βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων. πολὺ πλανᾶσθε. 28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συνζητούντων, εἰδὼς ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων; 29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 31 δευτέρα αὕτη Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς Καλῶς, Διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυείδ ἐστιν; 36 αὐτὸς Δαυεὶδ εἶπεν ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου. 37 αὐτὸς Δαυεὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα. 41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Marcos · Nuevo Testamento griego de Nestle (1904)
Marcos 12 Nuevo Testamento griego de Nestle (1904)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (3)
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
Referencias cruzadas (39)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 5:1–4; Marcos 13:34; Cantar de los Cantares 8:11–12; Marcos 4:2; Salmo 80:8–16
- 2 Juan 15:1–8; Hebreos 1:1; Miqueas 7:1; Jeremías 25:4–5; Jeremías 44:4
- 3 2 Crónicas 36:16; Jeremías 26:20–24; Hebreos 11:36–37; Nehemías 9:26; 1 Tesalonicenses 2:15
- 5 Mateo 5:12; Marcos 9:13; Lucas 6:22–23; Jeremías 7:25–28; Mateo 22:6
- 6 Hebreos 1:1–2; Mateo 3:17; Juan 1:34; Salmo 2:12; 1 Juan 5:11–12
- 7 Juan 11:47–50; Hechos 5:28; Mateo 2:3–13; Isaías 49:7; Salmo 2:2–3
- 8 Lucas 20:15; Mateo 21:39; Mateo 21:33; Hebreos 13:11–13
- 9 Romanos 10:20–11:12; Mateo 21:43; Lucas 19:27; Romanos 9:30–33; Jeremías 17:3
- 10 Salmo 118:22–23; Lucas 20:17–18; 1 Pedro 2:7–8; Isaías 28:16; Hechos 4:11–12
- 11 Salmo 118:23; Habacuc 1:5; Hechos 2:32–36; Hechos 3:12–16; Efesios 3:8–11
- 12 Marcos 11:18; Marcos 11:32; Juan 7:30; Juan 7:25; Juan 7:44
- 13 Lucas 20:20–26; Marcos 3:6; Lucas 11:54; Marcos 8:15; Salmo 38:12
- 14 Gálatas 1:10; 2 Corintios 2:17; 2 Corintios 5:11; 2 Corintios 2:2; 2 Corintios 5:16
- 15 Apocalipsis 2:23; Ezequiel 17:2; Mateo 22:18; Hechos 5:9; Hebreos 4:13
- 16 Lucas 20:24–26; Mateo 22:19–22; Apocalipsis 3:12; 2 Timoteo 2:19
- 17 Romanos 13:7; 2 Corintios 5:14–15; 1 Corintios 14:24–25; 1 Pedro 2:17; Hechos 4:19–20
- 18 Mateo 22:23–33; Hechos 4:1–2; 2 Timoteo 2:18; Hechos 23:6–9; Lucas 20:27–40
- 19 Deuteronomio 25:5–10; Rut 1:11–13; Génesis 38:8; Rut 4:5
- 20 Mateo 22:25–28; Lucas 20:29–33
- 24 2 Timoteo 3:15–17; Juan 20:9; Mateo 22:29; Efesios 1:19; Isaías 25:8
- 25 Lucas 20:35–36; Mateo 22:30; 1 Juan 3:2; Hebreos 12:22–23; 1 Corintios 15:42–54
- 26 Éxodo 3:2–6; Lucas 20:37; Génesis 17:7–8; Génesis 33:20; Éxodo 3:16
- 27 Romanos 14:9; Marcos 12:24; Romanos 4:17; Hebreos 11:13–16; Hebreos 3:10
- 28 Mateo 22:34–40; Lucas 10:25–28; Lucas 20:39; Mateo 19:18; Mateo 5:19
- 29 Lucas 10:27; Deuteronomio 6:4; Gálatas 3:20; Romanos 3:30; Judas 25
- 30 Deuteronomio 6:5
- 31 Romanos 13:8–9; Mateo 22:39; Levítico 19:18; Lucas 10:27; 1 Corintios 13:4–8
- 32 Deuteronomio 4:39; Isaías 46:9; Deuteronomio 4:35; Isaías 45:5–6; Isaías 45:18
- 33 Miqueas 6:6–8; Oseas 6:6; Mateo 9:13; 1 Samuel 15:22; Mateo 12:7
- 34 Colosenses 4:6; Lucas 20:40; Mateo 22:46; Tito 1:9–11; Mateo 12:20
- 35 Lucas 20:41–44; Mateo 22:41–45; Mateo 26:55; Lucas 19:47; Mateo 9:27
- 36 Salmo 110:1; Mateo 22:43–45; Hebreos 1:13; Hebreos 10:12–13; 1 Corintios 15:25
- 37 Romanos 1:3–4; Lucas 21:38; Mateo 11:25; Romanos 9:5; Santiago 2:5
- 38 Lucas 20:45–47; Mateo 23:1–7; Lucas 11:43; Mateo 6:5; Marcos 4:2
- 39 Santiago 2:2–3
- 40 Lucas 20:47; Mateo 23:33; Mateo 23:13; Mateo 6:7; Ezequiel 22:25
- 41 Lucas 21:1–4; 2 Reyes 12:9; Juan 8:20; Mateo 27:6
- 43 2 Corintios 9:6–8; 2 Corintios 8:2; Hechos 11:29; 2 Corintios 8:12; Mateo 10:42
- 44 2 Corintios 8:2–3; 1 Juan 3:17; Lucas 21:2–4; Esdras 2:68–69; Marcos 14:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… evil." And that we ought to worship God alone, He thus persuaded us: "The greatest commandment is, Thou shalt worship the Lord thy God, and Him only shall thou serve, with all thy heart, and with all thy strength, the Lord God that made thee." And when a certain man came to Him and said, "Good Master," He answered and …
Let us not, then, "be puffed up for one against the other," above that which is written; let us love the Lord our God with all our heart, with all our soul, and with all our mind, and our neighbour as ourself. As to which two precepts of charity, unless we believe that Moses meant whatever in these books he …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
"For when Jesus," he saith, "saw that he answered discreetly, He said unto him, Thou art not far from the kingdom of God." They are not contradicting each other, but indeed fully agreeing.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And so the Lord in reference to their pride said immediately, "Beware of the Scribes which love the chief seats in the synagogues, and the first rooms at feasts." Not because they hold them, but because they love them.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
"Come, let us kill Him, and the inheritance shall be ours." Fools!
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)