1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. 5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. 7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. 8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι, 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. 14 ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, 16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, 17 τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός. 25 Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. 27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι· 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Juan · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Juan 14 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Referencias cruzadas (30)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 26:3; Juan 16:22–23; Isaías 12:2–3; 2 Corintios 12:9–10; Juan 14:27–28
- 2 2 Corintios 5:1; Juan 13:36; Hebreos 13:14; Apocalipsis 21:2; Hebreos 11:10
- 3 1 Tesalonicenses 4:16–17; Juan 12:26; 2 Timoteo 2:12; Hechos 1:11; Hebreos 9:28
- 4 Juan 10:9; Juan 16:28; Juan 6:68–69; Juan 6:40; Lucas 24:26
- 5 Juan 11:16; Marcos 9:19; Juan 20:25–28; Marcos 8:17–18; Lucas 24:25
- 6 Hechos 4:12; Juan 10:9; Efesios 2:18; Juan 11:25–26; Juan 1:4
- 7 Colosenses 1:15–17; Juan 8:19; Lucas 10:22; Juan 17:8; Juan 17:6
- 8 Éxodo 33:18–23; Apocalipsis 22:3–5; Juan 1:43–46; Juan 16:25; Salmo 17:15
- 9 Colosenses 1:15; Juan 12:45; Juan 14:7; Hebreos 1:3; Juan 10:30
- 10 Juan 5:19; Juan 10:38; Hechos 10:38; Juan 8:28; Juan 10:30
- 11 Juan 10:25; Juan 10:38; Juan 5:36; Juan 14:10; Hechos 2:22
- 12 Mateo 21:21; Marcos 16:17; Lucas 10:17–19; Hechos 16:18; Hechos 19:12
- 13 Juan 15:7; Marcos 11:24; Mateo 7:7; Mateo 21:22; 1 Juan 5:14
- 15 1 Juan 2:3–5; 1 Juan 5:2–3; Juan 14:21–24; 2 Juan 6; Juan 15:10–14
- 16 Juan 14:26; Juan 15:26; Juan 16:7–15; Romanos 15:13; Romanos 8:26–27
- 17 Ezequiel 36:27; Juan 16:13; 1 Juan 2:27; 1 Juan 4:6; Juan 15:26
- 18 Juan 14:3; Salmo 23:4; Juan 14:27–28; Juan 14:16; Mateo 18:20
- 19 Juan 16:16; Juan 7:33; Juan 6:56–58; Hebreos 7:25; Colosenses 3:3–4
- 20 Juan 15:5–7; Gálatas 2:20; Juan 17:21–23; Juan 17:26; Juan 14:10
- 21 Juan 14:15; 1 Juan 5:3; 1 Juan 2:5; 2 Juan 6; Juan 15:9–10
- 22 Hechos 1:13; Lucas 6:16; Hechos 10:40–41; Mateo 10:3; Juan 3:4
- 23 Juan 14:21; Juan 14:15; Apocalipsis 3:20–21; 1 Juan 4:15–16; 1 Juan 2:24
- 24 Juan 7:16; Juan 14:10; Juan 5:19; Juan 3:34; Juan 8:42
- 25 Juan 17:6–8; Juan 13:19; Juan 16:1–4; Juan 16:12; Juan 14:29
- 26 Juan 15:26; Juan 14:16; 1 Corintios 2:10–13; 1 Juan 2:27; Juan 16:7
- 27 Filipenses 4:7; Juan 16:33; Isaías 41:10; 2 Tesalonicenses 3:16; Colosenses 3:15
- 28 Juan 10:29–30; 1 Corintios 15:24–28; 1 Corintios 11:3; Juan 13:16; Filipenses 2:6–11
- 29 Juan 13:19; Juan 16:4–31; Mateo 24:24–25
- 30 1 Juan 5:19; 1 Juan 4:4; Apocalipsis 12:9; Efesios 6:12; Juan 12:31
- 31 Juan 12:49; Juan 10:18; Lucas 12:50; Filipenses 2:8; Juan 4:34
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Amongst other things, when the Holy Gospel was being read, ye heard what the Lord Jesus said, "I am the Way, and the Truth, and the Life." Truth and life doth every man desire; but not every man doth find the way.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
We have now the opportunity, dearly, beloved, as far as we can, of understanding the earlier words of the Lord from the later, and His previous statements by those that follow, in what you have heard was His answer to the question of the Apostle Thomas.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
The Prophet said to the Jews, "Thou hadst the countenance of a harlot, thou wert shameless towards all men." ( Jer. iii. 3, LXX.) Now it seems fitting to use this expression not only against that city, but against all who shamelessly set their faces against the truth.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
… He might come under the apprehension of man's senses, and having in Himself these six and twenty-four letters), then, becoming acquainted with Him, they ceased from their ignorance, and passed from death unto life, this name serving as their guide to the Father of truth. For the Father of all had resolved to put an end to ignorance, and to …
… strength sufficient to enjoy Thee; but I found it not until I embraced that "Mediator between God and man, the man Christ Jesus," "who is over all, God blessed for ever," calling unto me, and saying, "I am the way, the truth, and the life," and mingling that food which I was unable to receive with our flesh.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)