1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. 2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. 3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. 7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. 9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα. 22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. 25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. 31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί, 32 καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. 35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.
Juan · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Juan 3 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Nicodemus
A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…
Citado en la guía: John 3:1; John 7:50; John 19:39
Referencias cruzadas (36)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 19:39; Juan 3:10; Juan 7:47–50; Lucas 23:13
- 2 Juan 5:36; Hechos 10:38; Hechos 2:22; Juan 9:30–33; Juan 9:16
- 3 2 Corintios 5:17; Juan 3:5–6; 1 Pedro 1:23–25; 1 Juan 3:9; 1 Juan 5:1
- 4 1 Corintios 2:14; 1 Corintios 1:18; Juan 4:11–12; Juan 3:3; Juan 6:53
- 5 Ezequiel 36:25–27; Efesios 5:26; Hechos 2:38; 1 Pedro 3:21; 1 Corintios 6:11
- 6 Gálatas 5:16–21; Ezequiel 36:26–27; Romanos 8:4–9; 2 Corintios 5:17; 1 Corintios 15:47–50
- 7 Efesios 4:22–24; Juan 3:3; Romanos 12:1–2; 1 Pedro 1:22; Juan 3:12
- 8 Eclesiastés 11:4–5; 1 Corintios 2:11; Hechos 2:2; Ezequiel 37:9; 1 Juan 2:29
- 9 Isaías 42:16; Juan 6:52; Juan 6:60; Lucas 1:34; Juan 3:4
- 10 Mateo 22:29; Jeremías 8:8–9; Ezequiel 11:19; Mateo 15:14; Ezequiel 36:25–27
- 11 Juan 8:38; 1 Juan 5:6–12; Juan 12:49; Juan 8:14; Juan 1:18
- 12 1 Corintios 3:1–2; 1 Corintios 2:7–9; Hebreos 5:11; Juan 3:31–36; 1 Pedro 2:1–3
- 13 Proverbios 30:4; Juan 6:38; Hechos 2:34; Juan 1:18; 1 Corintios 15:47
- 14 Números 21:7–9; Juan 8:28; Juan 12:32–34; Lucas 24:26–27; Lucas 24:44–46
- 15 Juan 3:16; Juan 6:40; 1 Juan 5:11–13; Juan 3:36; Juan 12:44–46
- 16 Romanos 5:8; 1 Juan 4:9–10; Romanos 8:32; Juan 3:15; Juan 11:25–26
- 17 1 Juan 4:14; Lucas 19:10; Juan 12:47–48; Juan 6:57; Juan 6:40
- 18 1 Juan 5:10; Marcos 16:16; Romanos 8:1; Juan 5:24; 1 Juan 5:12
- 19 Juan 8:12; 2 Tesalonicenses 2:12; Juan 9:39–41; Romanos 2:8; Juan 12:43
- 20 Efesios 5:11–13; Juan 7:7; Job 24:13–17; Proverbios 1:29; Proverbios 4:18
- 21 1 Juan 1:6; Salmo 139:23–24; 3 Juan 11; Efesios 5:9; Filipenses 2:13
- 22 Juan 4:1–3; Juan 3:26; Juan 7:3
- 23 Marcos 1:4–5; Lucas 3:7; Ezequiel 43:2; 1 Samuel 9:4; Mateo 3:5–6
- 24 Mateo 4:12; Mateo 14:3; Marcos 6:17; Lucas 3:19–20; Lucas 9:7–9
- 25 Juan 2:6; Mateo 3:11; Hebreos 6:2; Hebreos 9:10; Hebreos 9:23
- 26 Juan 1:7; Santiago 3:14–18; Juan 1:15; Gálatas 6:12–13; Juan 12:19
- 27 Santiago 1:17; 1 Corintios 4:7; 1 Corintios 15:10; 1 Pedro 4:10–11; Amós 7:15
- 28 Juan 1:20; Juan 1:23; Lucas 1:16–17; Mateo 3:11–12; Malaquías 3:1
- 29 Efesios 5:25–27; Isaías 54:5; Oseas 2:19; Mateo 9:15; Ezequiel 16:8
- 30 Colosenses 1:18; Salmo 72:17–19; Hebreos 3:2–6; Isaías 9:7; 1 Corintios 3:5
- 31 Mateo 28:18; Juan 8:23; Romanos 9:5; Juan 6:33; 1 Juan 4:5
- 32 Juan 3:11; Juan 15:15; Juan 1:11; Juan 8:26; Juan 5:20
- 33 Efesios 1:13; Hebreos 6:17; Tito 1:1–2; 2 Corintios 1:18; Romanos 3:3–4
- 34 Hechos 10:38; Mateo 12:18; Juan 15:26; Juan 5:26; Isaías 11:2–5
- 35 Mateo 28:18; Juan 5:20; Lucas 10:22; Juan 5:22; Juan 17:2
- 36 Juan 5:24; Juan 1:12; 1 Tesalonicenses 5:9; Efesios 5:6; Juan 3:15–16
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
We observe, beloved, that the intimation with which we yesterday excited your attention has brought you together with more alacrity, and in greater number than usual; but meanwhile let us, if you please, pay our debt of a discourse on the Gospel Lesson, which comes in due course.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Little children who go daily to their teachers receive their lessons, and repeat them, and never cease from this kind of acquisition, but sometimes employ nights as well as days, and this they are compelled to do for perishable and transient things.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
For Christ also said, "Except ye be born again, ye shall not enter into the kingdom of heaven." Now, that it is impossible for those who have once been born to enter into their mothers' wombs, is manifest to all.
… that men can be saved in no other way from the old wound of the serpent than by believing in Him who, in the likeness of sinful flesh, is lifted up from the earth upon the tree of martyrdom, and draws all things to Himself, and vivifies the dead.
These I directed, O sweet Truth, to Thy inward melody, pondering on the "fair and fit," and longing to stay and listen to Thee, and to rejoice greatly at the Bridegroom's voice, and I could not; for by the voices of my own errors was I driven forth, and by the weight of my own pride was I sinking into …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)