1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς· 4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. 15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. 22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! 24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν; 32 ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; 43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· 51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. 53◆ « Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
Juan · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Juan 7 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Nicodemus
A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…
Citado en la guía: John 3:1; John 7:50; John 19:39
Referencias cruzadas (52)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 5:16–18; Mateo 21:38; Juan 4:3; Juan 7:19; Mateo 10:23
- 2 Zacarías 14:16–19; Deuteronomio 16:13–16; Levítico 23:34–43; Éxodo 23:16–17; Números 29:12–38
- 3 Mateo 12:46; Juan 7:5; 1 Samuel 17:28; Génesis 37:20; Lucas 8:19
- 4 Juan 18:20; Proverbios 18:1–2; Mateo 23:5; Mateo 6:5; Lucas 6:45
- 5 Marcos 3:21; Juan 1:11–13; Miqueas 7:5–6; Juan 7:3; Juan 7:10
- 6 Juan 7:8; Juan 2:4; Juan 7:30; Juan 17:1; Juan 13:1
- 7 Juan 15:18–19; Juan 3:19; Gálatas 4:16; Proverbios 9:7–8; Santiago 4:4
- 8 Juan 7:6; Juan 8:20; 1 Corintios 2:15–16; Juan 7:30
- 10 Amós 5:13; Mateo 10:16; Isaías 42:2–3; Mateo 3:15; Juan 7:5
- 11 Juan 11:56
- 12 Juan 9:16; Juan 7:40–43; Hechos 11:24; Juan 7:47; Juan 7:32
- 13 Juan 9:22; Juan 19:38; Juan 20:19; Juan 12:42–43; Proverbios 29:25
- 14 Juan 7:28; Lucas 19:47; Hageo 2:7–9; Juan 8:2; Juan 18:20
- 15 Lucas 4:22; Mateo 7:28–29; Mateo 13:54; Hechos 26:24; Mateo 22:22
- 16 Juan 14:10; Juan 14:24; Juan 5:30; Juan 6:38–40; Juan 12:49–50
- 17 Juan 8:31–32; Juan 8:43; Jeremías 31:33–34; Juan 8:47; Daniel 12:10
- 18 Juan 5:41; Filipenses 2:3–5; 1 Corintios 10:31–33; Juan 13:31–32; Juan 12:28
- 19 Juan 1:17; Juan 7:1; Juan 11:53; Mateo 12:14; Deuteronomio 1:17
- 20 Juan 10:20; Juan 8:48; Marcos 3:21–22; Juan 8:52; Marcos 3:30
- 21 Juan 5:2–11; Juan 7:23
- 22 Levítico 12:3; Génesis 17:10–14; Romanos 4:9–11; Gálatas 3:17
- 23 Juan 5:14–16; Mateo 12:2; Mateo 12:5; Juan 5:8–9
- 24 Isaías 11:3–4; Santiago 2:9; Proverbios 17:15; Juan 8:15; Proverbios 24:23
- 25 Juan 7:10–11
- 26 2 Timoteo 1:7–8; Efesios 6:19–20; Juan 7:48; Salmo 40:9–10; Juan 9:22
- 27 Miqueas 5:2; Juan 7:41–42; Juan 9:29; Juan 6:42; Mateo 13:54–57
- 28 Juan 8:42; Juan 8:19; Jeremías 9:6; Juan 12:49; Juan 5:43
- 29 Juan 8:55; Mateo 11:27; Juan 3:16–17; Juan 6:46; 1 Juan 4:9
- 30 Juan 10:39; Juan 8:20; Juan 7:6; Juan 7:32; Lucas 13:32–33
- 31 Juan 12:42; Mateo 12:23; Hechos 8:13; Juan 11:45; Juan 10:41–42
- 32 Hechos 5:26; Mateo 12:23–24; Lucas 22:52–53; Juan 18:3; Juan 12:19
- 33 Juan 13:33; Juan 16:5; Marcos 16:19; Juan 17:11; Juan 14:19
- 34 Juan 13:33–36; Proverbios 1:24–31; Oseas 5:6; Juan 14:3; Juan 17:24
- 35 Santiago 1:1; 1 Pedro 1:1; Sofonías 3:10; Isaías 11:12; Isaías 11:10
- 36 Juan 3:9; 1 Corintios 2:14; Juan 7:34; Juan 3:4; Juan 16:17–18
- 37 Isaías 55:1; Juan 4:14; Juan 6:35; Isaías 12:3; Apocalipsis 22:17
- 38 Juan 4:14; Isaías 44:3; Isaías 58:11; Isaías 12:3; Juan 4:10
- 39 Hechos 2:17; Joel 2:28; Juan 14:16–17; Isaías 32:15; Juan 16:7
- 40 Mateo 21:11; Juan 1:21; Juan 6:14
- 41 Juan 7:52; Juan 1:46; Juan 1:49; Juan 1:41; Juan 4:29
- 42 Miqueas 5:2; Mateo 2:5; Jeremías 23:5; Lucas 2:4; Lucas 2:11
- 43 Juan 9:16; Juan 10:19; Lucas 12:51; Juan 7:12; Hechos 23:7–10
- 44 Juan 7:30; Hechos 23:11; Juan 8:20; Hechos 27:23–25; Juan 18:5–6
- 45 Juan 7:32; Hechos 5:21–27
- 46 Mateo 7:28–29; Lucas 4:22; Juan 7:26
- 47 Juan 7:12; 2 Corintios 6:8; Mateo 27:63; 2 Crónicas 32:15; 2 Reyes 18:29
- 48 Juan 12:42; 1 Corintios 1:20; Juan 7:26; 1 Corintios 2:8; Hechos 6:7
- 49 1 Corintios 1:20–21; 1 Corintios 3:18–20; Santiago 3:13–18; Juan 9:34; Juan 9:40
- 50 Juan 19:39; Juan 3:1–2
- 51 Proverbios 18:13; Deuteronomio 1:17; Hechos 23:3; Deuteronomio 19:15–19; Deuteronomio 17:8–11
- 52 Juan 7:41; Juan 1:46; Isaías 9:1–2; Mateo 4:15–16; Proverbios 9:7–8
- 53 Salmo 33:10; Job 5:12–13; Salmo 76:5; Salmo 76:10
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
¿Por qué mi Biblia dice algo distinto?
- Juan 7:53–8:11: la mujer sorprendida en adulterio
El relato de la mujer llevada ante Jesús, «El que de vosotros esté sin pecado, arroje contra ella la piedra el primero», falta en los manuscritos griegos más antiguos de Juan y aparece en otros lugares en algunos posteriores. Sin embargo, era conocido en la Iglesia antigua, está impreso en el Texto Patriarcal y se lee en los oficios ortodoxos. La mayoría de los estudiosos piensa que es una tradición antigua y auténtica que originalmente no formaba parte de Juan.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
I Purpose by the Lord's assistance to treat of this section of the Gospel which has just been read; nor is there a little difficulty here, lest the truth be endangered, and falsehood glory. Not that either the truth can perish, nor falsehood triumph.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
In this chapter of the Gospel, brethren, our Lord Jesus Christ has most especially commended Himself to our faith in respect of His humanity.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Nothing is worse than envy and malice; through these death entered into the world. For when the devil saw man honored, he endured not his prosperity, but used every means to destroy him. ( Wisd. ii. 24.) And from the same root one may everywhere see this same fruit produced.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
This is also the reason why, when men were often desirous to take Him, it is said, "No man laid hands upon Him, for the hour of His being taken was not yet come;" nor the time of His passion, which had been foreknown by the Father; as also says the prophet Habakkuk, "By this Thou shalt be known when …
For till then "the Holy Ghost was not yet given, because that Jesus was not yet glorified." And the prophet cries out, How long will ye be slow of heart?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)